Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 20

 
οὐ σὺ Διὸς τεκέεσσιν όμοίιος· οὐ κτάνες ἰῷ 80
 
Ὦτον ἀπειλητῆρα καὶ ὑψιπόδην Ἐφιάλτην,
 
οὐ Τιτυὸν πτερόεντι τεῷ κατέπεφνες ὀιστῷ.
 
οὐ θρασὺν Ὠρίωνα δυσίμερον, οὐ πρόμον Ἥρης
 
Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης,
 
Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων· 85
 
ἀλλὰ παρὰ Σταφύλῳ καὶ Βότρυϊ κῶμον ὑφαίνεις,
 
ἀκλειὴς ἀσίδηρος ἐποίνιον ὕμνον ἀείδων·
 
αἰσχύνεις Σατύρων χθόνιον γένος, ὅττι καὶ αὐτοὶ
 
Βακχιάδος ψαύοντες ἀναιμάκτοιο χορείης
 
Ἄρεος ἐλπίδα πᾶσαν ἐπετρέψαντο κυπέλλοις. 90
 
ἔστι καὶ εἰλαπίνη μετὰ φύλοπιν, ἔστι χορεύειν
 
Ἰνδῴην μετὰ δῆριν ἔσω Σταφύλοιο μελάθρων·
 
πηκτίδες ἄψ αὔουσιν ἐνυαλίην μετὰ νίκην·
 
νόσφι πόνων οὐκ ἔστιν ἀνέμβατον αἰθέρα ναίειν·
 
οὐ πέλε ῥηιδίη μακάρων ὁδός· ἐξ ἀρετῆς δὲ 95
 
ἀτραπὸς Οὐλύμποιο θεόσσυτος εἰς πόλον ἕλκει.
 
τέτλαθι καὶ σὺ πόνους πολυειδέας· οὐρανίην γὰρ
 
Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν.
 
ὥς φαμένη πεπότητο. θεὸς δʼ ἀνεπήλατο λέκτρων,
 
φρικτὸν ἔχων ἔτι δοῦπον ἀπειλητῆρος ὀνείρου 100
 
καὶ θρασὺς ἄνθορε Βότρυς, ἑὸν δʼ ἔνδυνε χιτῶνα
 
Σιδονίης ἀκτῖνας ἀκοντίζοντα θαλάσσης,
 
καὶ χρυσέῳ συνέεργεν ἀρηρότα ταρσὰ πεδίλῳ·
 
ὤμοις δʼ ἀκαμάτοις διμερῆ κληίδα φυλάσσων
 
φαιδρὸν ἁλιχλαίνων περονήσατο φᾶρος ἀνάκτων, 105
 
πατρῴην λαγόνεσσι βαλὼν ὑψήνορα μίτρην,
 
σκῆπτρον ἔχων. Σάτυροι δὲ δαφοινήεσσαν ἀπήνην
 
πορδαλίων ἔζευξαν ἐπειγομένῳ Διονύσῳ·
 
Σειληνοὶ δʼ ἀλάλαζον· ἐμυκήσαντο δὲ Βάκχαι
 
θυρσοφόροι· στρατιαὶ δὲ συνήλυδες εἰς μόθον Ἰνδῶν 110
 
στοιχάδες ἐρρώοντο· καὶ ἔβρεμεν αὐλὸς Ἐνυοῦς·
 
κεκριμένας δὲ φάλαγγας ἐκόσμεον ἡγεμονῆες.
 
καί τις ὑπὲρ νώτοιο θορὼν ἐπιβήτορι παλμῷ
 
εἰς δρόμον ἐσσυμένης λοφίην ἐπεμάστιεν ἄρκτου
 
λυσσαλέης· ἕτερος δὲ δασύτριχα γαστέρα νύσσων 115
 
ἄγριον ἡνιόχευε καλαύροπι ταῦρον ἀλήτην,
 
πλευραῖς ἀμφοτέραις κεχαλασμένα ταρσὰ συνάπτων·
 
ὅς δὲ δασυστέρνων ῥαχίης ἐπέβαινε λεόντων
 
αὐχενίων πλοκάμων δεδραγμένος ἀντὶ χαλινοῦ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi