Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 20

 
θνητὸς ἀνὴρ νίκησε, καὶ οὐ βροτέην φύγγες αἰχμήν· 360
 
ἀλλὰ Διὸς Κρονίδαο κασιγνήτη δάμαρ Ἥρη
 
οὐρανόθεν κεκόρυστο συναιχμάζουσα Λυκούργῳ,
 
Ἥρη καὶ μενέχαρμος Ἄρης καὶ χάλκεος αἰθήρ,
 
τέτρατος ἦν Λυκόοργος ὁ τηλίκος· ὑψιμέδων δὲ
 
πολλάκι σὸς γενέτης πρόμος αἰθέρος εἴκαθεν Ἥρῃ. 365
 
σοὶ πλέον ἔσσεται εὖχος, ὅταν μακάρων τις ἐνίψῃ,
 
ὅττι Διὸς μεγάλοιο δάμαρ καὶ σύγγονος Ἥρη
 
χεῖρας ἑὰς θώρηξεν ἀθωρήκτῳ Διονύσῳ.
 
τοῖα παρηγορέων Βρομίῳ μυθήσατο Νηρεύς.
 
καὶ χαροποῖς ῥοθίοισι καλυπτομένου Διονύσου 370
 
ἀσχαλόων Λυκόοργος ἐς ὕδατα· ῥῆξεν ἰωήν·
 
αἴθε πατήρ με δίδαξε μετὰ κλόνον ἔργα θαλάσσης,
 
ὥς κεν ἀεθλεύσαιμι καὶ ἰχθυβόλων ἐς ἀγῶνα
 
ἀγρεύσας Διόνυσον, ὑποβρυχίων δ ἀπὸ κόλπων
 
Λυδὸν ἐμὸν θεράποντα τὸ δεύτερον εἰς χθόνα σύρω. 375
 
ἀλλʼ, ἐπεὶ οὐ μάθον ἔργα θαλασσοπόρων ἁλιήων
 
καὶ βυθίης οὐκ οἶδα δολορραφέος δόλον ἄγρης,
 
Λευκοθέης ἔχε δῶμα βαθύρροον, εἰσόκε πόντου
 
καὶ σὲ καὶ ὃν καλέουσι μεταστήσω Μελικέρτην,
 
σύγγονον αἷμα φέροντα· καὶ οὐ χρέος ἐστὶ σιδήρου, 380
 
οὐ χθονίου βουπλῆγος ἀφειδέος, ἀλλὰ χατίζω
 
ἰχθυβόλων, ἵνα δύντες Ἐρυθραίης βυθὸν ἅλμης
 
ἐνδόμυχον Διόνυσον ἀφαρπάζωσι θαλάσσης·
 
ἰχθυβόλοι, Νηρῆος ἐρευνητῆρες ἐναύλων,
 
δίκτυα μὴ νεπόδεσσιν ἐφαπλώσητε θαλάσσης, 385
 
ἀλλὰ λίνοις Διόνυσον ἐρύσσατε· Λευκοθέη δὲ
 
εἰς χθόνα νοστήσειε συναγρευθεῖσα Λυαίῳ,
 
καὶ θρασύς εἰς ἐμόν οἶκον ὁμαρτήσειε Παλαίμων
 
ἀβρέκτοις μελέεσσιν ὑποδρήσσων Λυκοόργῳ,
 
ὄφρα λιπὼν Ἐφύρειον ἁλιτρεφέων δρόμον ἵππων 390
 
δίφρον ἐμὸν ζεύξειεν ἐπιχθονίῃ παρὰ φάτνῃ,
 
αὐτός ὁμοῦ καὶ Βάκχος ὀπάονες· εἷς δόμος ἔστω,
 
εἷς δόμος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ.
 
ὣς εἰπὼν κεχόλωτο, καὶ ἠπείλησε θαλάσσῃ
 
καὶ πολιῷ Νηρῆι, καὶ ἤθελε πόντον ἱμάσσειν. 395
 
Ζεύς δὲ πατὴρ ἰάχησεν ἀμαιμακέτῳ Λυκοόργῳ·
 
ἀφραίνεις, Λυκόοργε, μάτην ἀνέμοισιν ἐρίζων·
 
χάζεο σοῖσι πόδεσσιν, ἕως ὁρόωσιν ὀπωπαί.
 
ἔκλυες, ὡς τὸ πάροιθεν ὀρεσσιχύτῳ παρὰ πηγῇ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi