Kitap 20
εἰκοστὸν μεθέπει φονίου βουπλῆγα Λυκούργου, εἰς βυθὸν ἰχθυόεντα διωκομένου Διονύσου.
λῦτο δʼ ἀγών· Σάτυροι δὲ σὺν εὐθύρσῳ Διονύσῳ
βότρυος ἀφνειοῖσιν ἐναυλίζοντο μελάθροις.
τοῖσι δὲ δαινυμένοις ἐπεκώμασαν οἰνάδες Ὧραι·
καὶ κτύπος ἦν τυπάνων ἐπιδόρπιος, ὀξὺ δὲ σύρεγξ
ἀμφιλαφὴς ἐλίγαινεν, ἀρυόμενοι δὲ κυπέλλοις
5
οἰνοχόοι μογέεσκον ἀλωφήτῳ παρὰ δείπνῳ·
καὶ πλέον αἰτίζεσκον ὀπάονας οἶνον ἀφύσσειν
δαιτυμόνες σαίνοντες· ἀνεσκίρτησε δὲ Βάκχη
κύμβαλα δινεύουσα, φιλοσκάρθμοιο δὲ κούρης
ἄπλοκος ἀκρήδεμνος ἐσείετο βόστρυχος αὔραις.
10
καὶ θεὸς ἀμπελόεις, καλέσας Σταφύλοιο γυναῖκα,
αὐχμὸν ἀποσμήξας ἐπεκόσμεεν οἴνοπι πέπλῳ·
καὶ Πίθου εὐρυγένειον ὅλον ῥυπόωντα καθήρας
ἀργεννῷ παλίνορσος ἀνεχλαίνωσε χιτῶνι.
ῥίψας πένθιμα πέπλα χυτῇ πεπαλαγμένα τέφρῃ·
15
οὐκέτι δʼ αὐτοχύτοισι παρήια δάκρυσι δεύων
βότρυς ἀνεστενάχιζε, Διωνύσῳ δὲ πιθήσας
φωριαμοὺς ὤιξε θυώδεας· οἰγομένων δὲ
μαρμαρυγὴ σελάγιζε πολυγλήνων ἀπὸ πέπλων·
κεῖθεν ἑλὼν Σταφύλου βασιλήια φαιδρὰ τοκῆος
20
δύσατο πορφυρέῳ πεπαλαγμένα φάρεα κόχλῳ,
καὶ θαλίης ψαύοντι συνειλαπίναζε Λυαίῳ.
τοῖσι δὲ τερπομένοισιν ἀνέδραμεν Ἕσπερος ἀστὴρ
φέγγος ἀναστείλας χοροτερπέος ἠριγενείης.
δαιτυμόνων δὲ φάλαγγες ἀμοιβαδὶς ἔνδοθεν αὐλῆς
25
ὕπνου δῶρον ἕλοντο βαθυστρώτων ἐπὶ λέκτρων.
καὶ Πίθος ἄλχι Μάρωνος ἀνήιεν εἰς μίαν εὐνήν,
νεκταρέης εὔοδμον ἀναβλύζων πόμα ληνοῦ,
ἀλλήλους δʼ ἐμέθυσσαν ἴσην πέμποντες ἀυτμὴν
πάννυχον. Εὐπετάλη δέ, τιθηνήτειρα Λυαίου,
30
δαλὸν ἀναψαμένη καὶ Βότρυϊ καὶ Διονύσῳ
δισσὴν ἀμφοτέροις ἁλιπόρφυρον ἔντυεν εὐνήν·
γείτονι δʼ ἐν θαλάμῳ Σατύρων δίχα, νόσφι Λυαίου,
ἀμφίπολοι στορέσαντο λέχος χρύσειον ἀνάσσῃ.
Βάκχῳ δʼ ἦλθεν ὄνειρος, Ἔρις πολέμοιο τιθήνη,
35
ἅρμασι μιμηλοῖσιν ἐφεδρήσσουσα λεόντων,
Ῥείης εἶδος ἔχουσα, φιλοκροτάλοιο θεαίνης·
καὶ Φόβος ἡνιόχευεν ὀνειρείων ζυγὰ δίφρων
ἀντιτύποις μελέεσσι νόθος μορφούμενος Ἄττις,