Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 2

 
ἄρκτος Ἁμαξαίοιο δεδυκότος ἱστοβοῆος. 280
 
ταῦροι ἐμοί, δονέοντες ἰσήμερον ἄντυγα κύκλων
 
αἰθέρι μυκήσασθε, χαρασσομέναις δὲ κεραίαις
 
ἰσοτύπου φλογεροῖο κεράατα ῥήξατε Ταύρου·
 
καὶ βόες ὑγρὰ κέλευθα μεταλλάσσωσι Σελήνης
 
δειδιότες βαρύδουπον ἐμῶν μύκημα καρήνων· 285
 
καὶ βλοσυρῶν μέγα χάσμα διαπτύξασα γενείων
 
ἄρκτος ἀνοιστρήσειε Τυφαονὶς Ἄρκτον Ὀλύμπου·
 
αἰθερίῳ δὲ Λέοντι λέων ἐμὸς ἀντιφερίζων
 
Ζῳδιακῆς ἀέκοντα μεταστήσειε κελεύθου·
 
ἡμετέρους δὲ δράκοντας Ὄφις φρίξειεν Ἁμάξης 290
 
ἀστεροπαῖς ὀλίγαις κεκορυθμένος· ἀλλὰ θαλάσσης
 
κύματα λυσσήεντα, λόφοι χθονός, ἄγκεα νήσων
 
φάσγανά μοι γεγάασι, καὶ ἀσπίδες εἰσὶ κολῶναι,
 
καὶ σκόπελοι θώρηκες ἀαγέες, ἔγχεα πέτραι,
 
καὶ ποταμοὶ σβεστῆρες ἀκιδνοτάτοιο κεραυνοῦ. 295
 
δεσμοὺς δʼ Ἰαπετοῖο Ποσειδάωνι φυλάσσω,
 
ἀμφὶ δὲ Καύκασον ἄκρον ἐύπτερος ἄλλος ἀρείων
 
αἰετὸς αἱμάξειε παλιμφυὲς ἧπαρ ἀμύσσων
 
Ἡφαίστου πυρόεντος, ἐπεὶ πυρὸς εἵνεκα κάμνει
 
ἥπατος αὐτοφύτοιο χαρασσομένοιο Προμηθεύς· 300
 
υἱάσι δʼ ἀντικέλευθον ἔχων τύπον Ἰφιμεδείης
 
κρύψω ἀλυκτοπέδῃσι περίπλοκον υἱέα Μαίης
 
χαλκέῳ ἐν κεράμῳ πεφυλαγμένον, ὄφρά τις εἴπῃ·
 
 
λυσαμένη δʼ ἄψαυστον ἑῆς σφρηγῖδα κορείης 305
 
Ἄρτεμις Ὠρίωνος ἀναγκαίη δάμαρ ἔστω,
 
καὶ Τιτυῷ πετάσειε παλαίτερα φάρεα Λητώ,
 
εἰς γάμον ἑλκομένη βεβιημένον· ἀνδροφόνον δὲ
 
ῥωγαλέων σακέων γυμνούμενον Ἄρεα δήσας
 
κοίρανον ὑσμίνης ληίσσομαι ἀντὶ φονῆος 310
 
μείλιχον, ὀψιγάμῳ δὲ συναπτομένην Ἐφιάλτῃ
 
Παλλάδα ληιδίην νυμφεύσομαι, ὄφρα νοήσω
 
Ἄρεα θητεύοντα καὶ ὠδίνουσαν Ἀθήνην.
 
καὶ μογεροῖς ὤμοισι παλινδίνητον ἀείρων
 
οὐρανὸν Ἀτλάντειον ἐλαφρίσσειε Κρονίων 315
 
ὄρθιος, ἡμετέρων δὲ γάμων ὑμέναιον ἀκούσῃ
 
ζῆλον ὑποκλέπτων, ὅτε νυμφίος ἔσσομαι Ἥρης.
 
οὐ μὲν ἐγὼ δαΐδων ἐπιδεύομαι· αὐτόματος δὲ
 
δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας, ἀντὶ δὲ πεύκης

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi