Kitap 2
ἠερόθεν τανύοντο δοκοὶ δολιχήρεϊ πυρσῷ
200
Ζηνὶ συναιχμάζοντες, ὑπʼ ἀκτίνεσσι δὲ λάμπων
ἀντιπόρου Φαέθοντος ἐκάμπτετο σύνδρομος ὄμβρῳ
ἴριδος ἀγκύλα κύκλα πολύχροος ὁλκὸς ὑφαίνων,
χλωρὰ μελαινομένῳ, ῥοδοειδέι λευκὰ κεράσσας.
καὶ Διὶ μουνωθέντι παρήγορος ἵκετο Νίκη
205
ἠέρος ἄκρα κέλευθα διαγράψασα πεδίλῳ,
Λητοῦς εἶδος ἔχουσα, καὶ ὁπλίζουσα τοκῆα
ἀντιτύποις στομάτεσσι πολύτροπον ἴαχε φωνήν·
Ζεῦ ἄνα, σῶν τεκέων πρόμος ἵστασο, μηδὲ νοήσω
μιγνυμένην Τυφῶνι γάμων ἀδίδακτον Ἀθήνην·
210
μητέρα μὴ τελέσειας ἀμήτορα, μαρνάμενος δὲ
ἀστεροπὴν κούφιζε σελασφόρον ἔγχος Ὀλύμπου,
καὶ νεφέλας συνάγειρε τὸ δεύτερον, ὑέτιε Ζεῦ·
ἤδη γὰρ σταθεροῖο τινάσσεται ἕδρανα κόσμου
χερσὶ Τυφαονίῃσιν, ὁμοζυγέων δὲ λυθέντων
215
στοιχείων πισύρων ἠρνήσατο λήια Δηώ·
ἥβη λεῖπε κύπελλον, Ἄρης δʼ ἀπεσείσατο λόγχην,
Ἑρμῆς ῥάβδον ἔθηκε, λύρην δʼ ἔρριψεν Ἀπόλλων,
καὶ πτερόεις πεπότητο λιπὼν πτερόεντας ὀιστούς,
εἶδος ἔχων κύκνοιο, τελεσσιγάμου δὲ θεαίνης
220
ἄσπορος ἔπλετο κόσμος ἀλωομένης Ἀφροδίτης,
ἁρμονίης δʼ ἀλύτου λύτο πείσματα· νυμφοκόμος γὰρ
πανδαμάτωρ ἀδάμαστος Ἔρως θρασὺς εἰς φόβον ἔπτη
τόξα λιπὼν γονόεντα· καὶ ἠθάδα Λῆμνον ἐάσας
σὸς πυρόεις Ἥφαιστος ἀπειθέα γούνατα σύρων
225
ἆ βραδὺς ἀστήρικτον ἔχει δρόμον. ἆ μέγα θαῦμα,
καὶ μάλα μοι κοτέουσαν ἐποικτείρω σέθεν Ἥρην.
ἦ ῥα τεὸς γενέτης πάλιν ἵξεται εἰς χορὸν ἄστρων;
μή ποτε τοῦτο γένοιτο· καὶ εἰ Τιτηνὶς ἀκούω,
οὐκ ἐθέλω Τιτῆνας ἰδεῖν κρατέοντας Ὀλύμπου,
230
ἀλλὰ σὲ καὶ σέο τέκνα. σὺ δὲ κρατέοντι κεραυνῷ
Ἀρτέμιδος προμάχιζε σαόφρονος· ἦ ῥα φυλάσσω
παρθενικὴν ἀνάεδνον ἀναγκοίῳ παρακοίτῃ;
ἦ ῥα τόκου ταμίη τόκον ὄψεται; ἦ ῥα τανύσσει
χεῖρας ἐμοί; ποίην δὲ καλέσσομαι ἰοχεαίρῃ
235
ἵλαον Εἰλείθυιαν, ὅτʼ Εἰλείθια λοχεύσῃ;
ὣς φαμένης σκιοειδὲς ἑὸν πτερὸν Ὕπνος ἑλίξας
εὔνασεν ἀμπνείουσαν ὅλην φύσιν· ἀλλὰ Κρονίων
ἦν τότε μοῦνος ἄυπνος· ἐφαπλώσας δὲ Τυφωεὺς