Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 2

 
ὠτειλήν ἀσίδηρον ἔχων πολέμοιο, Τυφωεὺς 560
 
ὑψιτενής, καὶ νῶτα βαλὼν ἐπὶ μητέρι Γαίῃ
 
κεῖτο, περιστορέσας ὀφιώδεα γυῖα κονίῃ,
 
πυρσὸν ἀναβλύζων. Κρονίδης δʼ ἐρέθιζε γελάσσας,
 
τοῖον ἔπος προχέων φιλοπαίγμονος ἀνθερεῶνος·
 
Καλὸν ἀοσσητῆρα γέρων Κρόνος εὗρε, Τυφωεῦ· 565
 
χθὼν μόγις υἷα λόχευσε, μέγαν γόνον Ἰαπετοῖο·
 
ἡδὺς ὁ Τιτήνων τιμήορος· ὡς ὁρόω δέ,
 
ἀδρανέες γεγάασι τάχα Κρονίδαο κεραυνοί.
 
δηθύνεις τέο μέχρις ἀνέμβατον αἰθέρα ναίειν,
 
ψευδόμενε σκηπτοῦχε; μένει δέ σε θῶκος Ὀλύμπου· 570
 
σκῆπτρα Διὸς καὶ πέπλα θεημάχε δέξο Τυφωεῦ
 
Ἀστραῖον δὲ κόμισσον ἐς οὐρανόν· ἢν δʼ ἐθελήσῃς,
 
αἰθέρι νοστήσειε καὶ Εὐρυνόμη καὶ Ὀφίων
 
καὶ Κρόνος ἀμφοτέροισιν ὁμόστολος· ἐρχομένῳ δὲ
 
σὺν σοὶ ποικιλόνωτον ἐς ὑψιπόρων ἴτυν ἄστρων 575
 
δεσμὰ φυγὼν δολόμητις ὁμαρτήσειε Προμηθεύς,
 
ἥπατος ἡβώοντος ἀφειδέα δαιτυμονῆα
 
οὐρανίης θρασὺν ὄρνιν ἔχων πομπῆα κελεύθου.
 
τί πλέον ἤθελες ἄλλο μετὰ κλόνον ἠὲ νοῆσαι
 
Ζῆνα καὶ ἐννοσίγαιον ὀπάονα σεῖο θοώκων; 580
 
Ζῆνα μὲν ἀδρανέοντα καὶ οὐ σκηπτοῦχον Ὀλύμπου,
 
βροντῆς καὶ νεφέων γυμνούμενον, ἀστεροπῆς δὲ
 
ἀντὶ πυρὸς ζαθέοιο καὶ ἠθάδος ἀντὶ κεραυνοῦ
 
δαλὸν ἀερτάζοντα Τυφαονίῳ παρὰ παστῷ,
 
ληιδίης ἀλόχοιο τεῆς θαλαμηπόλον Ἥρης 585
 
ὀφθαλμῷ κοτέοντι τεῶν ζηλήμονα λέκτρων·
 
σύζυγα δʼ ἐννοσίγαιον ἀποζευχθέντα θαλάσσης
 
ὑμετέρῃ μετὰ πόντον ὑποδρήσσοντα τραπέζῃ,
 
διψάδι χειρὶ φέροντα τεὸν δέπας ἀντὶ τριαίνης.
 
Ἄρεα λάτριν ἔχεις, θεράπων τεός ἐστιν Ἀπόλλων· 590
 
πέμπε δὲ Τιτήνεσσι διάκτορον υἱέα Μαίης
 
σὸν κράτος ἀγγέλλοντα καὶ οὐρανίην σέθεν αἴγλην·
 
ἐργατίνην δʼ Ἥφαιστον ἐθήμονι κάλλιπε Λήμνῳ,
 
ὄφρά κεν ἀσκήσειε νεοζεύκτῳ σέο νύμφῃ
 
ποικίλον αὐχένος ὁρμὸν ἐύχροον ἤνοπι κόσμῳ, 595
 
ἠὲ πεδοστιβέων ἀμαρύγματα φαιδρὰ πεδίλων,
 
οἷσι τεὴ παράκοιτις ἀγάλλεται, ἠὲ τελέσσῃ
 
χρυσοφαῆ θρόνον ἄλλον Ὀλύμπιον, ὄφρα γελάσσῃ
 
κρείσσονα θῶκον ἔχουσα τεὴ χρυσόθρονος Ἥρη·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi