Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 2

 
ἰοβόλοι ῥαθάμιγγες ἐτερσαίνοντο γενείων· 520
 
μαρναμένου δὲ Γίγαντος ἐτεφρώθησαν ὀπωπαὶ
 
καπνῷ λιγνυόεντι, νιφοβλήτων δὲ προσώπων
 
χιονέαις λιβάδεσσιν ἐλευκαίνοντο παρειαί.
 
καὶ πισύρων ἀνέμων τετράζυγον εἶχεν ἀνάγκην·
 
εἰ γὰρ ἐς ἀντολίην σφαλερὰς ἐλέλιζεν ὀπωπάς, 525
 
ὑσμίνην φλογόεσσαν ἐδέχνυτο γείτονος Εὔρου·
 
εἰ κλίσιν ἐσκοπίαζε δυσήνεμον Ἀρκάδος Ἄρκτου,
 
χειμερίου πρηστῆρος ἀθαλπέι βάλλετο πάχνῃ·
 
φεύγων ψυχρὸν ἄλημα νιφοβλήτοιο Βορῆος
 
καὶ διερῷ δεδόνητο καὶ αἰθαλόεντι βελέμνῳ· 530
 
καὶ δύσιν εἰσορόων βλοσυρῆς ἀντώπιον Ἠοῦς
 
ἑσπερίην ἔφριξε θυελλήεσσαν Ἐνυώ,
 
εἰαρινῆς ἀίων Ζεφυρηίδος ἦχον ἱμάσθλης·
 
καὶ Νότος ἀμφὶ τένοντα μεσημβρινὸν Αἰγοκερῆος
 
ἄντυγας ἠερίας ἐπεμάστιε, θερμὸς ἀήτης, 535
 
φλογμὸν ἄγων Τυφῶνι πυραυγέι καύματος ἀτμῷ.
 
εἰ πάλιν ὄμβρον ἔχευε κατάρρυτον ὑέτιος Ζεύς,
 
λυσιπόνοις λιβάδεσσιν ὅλον χρόα λοῦσε Τυφωεὺς
 
θερμὰ καταψύχων κεκαφηότα γυῖα κεραυνῷ.
 
καὶ κραναοῖς βελέεσσι χαλαζαίου νιφετοῖο 540
 
παιδὸς ἱμασσομένου τραφερὴ μαστίζετο μήτηρ·
 
δερκομένη δὲ Γίγαντος ἐπὶ χροῒ μάρτυρα Μοίρης
 
λάινα πηκτὰ βέλεμνα καὶ ὑδατόεσσαν ἀκωκὴν
 
ἠέλιον Τιτῆνα κατηφέι λίσσετο φωνῇ,
 
ἓν φάος αἰτίζουσα θερείτατον, ὄφρά κε πυρσῷ 545
 
θερμοτέρῳ λύσειε Διὸς πετρούμενον ὕδωρ
 
νιφομένῳ Τυφῶνι χέων ἐμφύλιον αἴγλην·
 
καί οἱ ἱμασσομένῳ συνετήκετο· καιομένων δὲ
 
ἠλιβάτων ὁρόωσα πυριστεφὲς ἔθνος ἀγοστῶν
 
χειμερίην ἱκέτευε μολεῖν δυσπέμφελον αὔρην 550
 
εἰς μίαν ἠριγένειαν, ἵνα ψυχροῖσιν ἀήταις
 
διψαλέην Τυφῶνος ἀποσβέσσειεν ἀνάγκην.
 
Ἰσοτύπου δὲ τάλαντα μάχης ἔκλινε Κρονίων.
 
χειρὶ δὲ δενδρήεσσαν ἀπορρίψασα καλύπτρην
 
μήτηρ ἄχνυτο Γαῖα, Τυφαονίων κεφαλάων 555
 
καπνὸν ὀπιπεύουσα· μαραινομένων δὲ προσώπων
 
γηγενέος λύτο γοῦνα· προθεσπίζουσα δὲ νίκην
 
βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ·
 
ἤριπε δʼ οὐρανίῳ μεθύων φλογόεντι βελέμνῳ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi