Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 19

 
γηραλέου κρητῆρα θυώδεος ἔγκυον οἴνου, 120
 
χρύσεον, ἄσπετα μέτρα κεχανδότα, διψάδι γαίῃ
 
ἰκμάδα τετραέτηρον ἀναβλύζοντα Λυαίου,
 
Ἡφαίστου σοφὸν ἔρυον Ὀλύμπιον, ὅν ποτε Κύπρις
 
ὤπασε βοτρυόεντι κασιγνήτῳ Διονύσῳ·
 
μείονα δὲ κρητῆρα μέσῳ παρέθηκεν ἀγῶνι 125
 
ἀργύρεον, στίλβοντα, περίτροχον, ὅν ποτε Βάκχῳ
 
δῶκεν ἄναξ Ἀλύβης ξεινήιον οἰκία ναίων,
 
ἀφνειὴν παρὰ πέζαν, ὅπῃ χθονίοιο μετάλλου
 
ἀργυρέοις ἀγκῶσι μέλας λευκαίνετο κευθμών,
 
τοῦ περὶ χείλεος ἄκρον ἐπʼ ὀμφαλόεντι καρήνῳ 130
 
κισσὸς ἕλιξ, χρυσέῳ δὲ πέριξ δαιδάλλετο κόσμῳ·
 
τοῦτον ἄγων ἔστησε βαθυνομένῳ κενεῶνι
 
ληνὸν ἔτι πνείοντα νεώτερον ὄγκον ὀπώρης,
 
γλεῦκος, ἀνυμφεύτοιο μέθης ποτόν· οὐ νέμεσις γὰρ
 
ἀνέρα νικηθέντα πιεῖν ἀμέθυστον ἐέρσην. 135
 
ἀλλʼ ὅτε Βάκχος ἄεθλα μέσῳ στήριξεν ἀγῶνι,
 
ἴδμονας ὀρχηθμοῖο καλέσσατο μάρτυρι φωνῇ·
 
ὅς τις ἀεθλεύσει κυκλούμενος ἴδμονι ταρσῷ
 
νικήσας τροχαλοῖο ποδός κρίσιν, οὗτος ἑλέσθω
 
καὶ χρύσεον κρητῆρα καὶ ἡδυπότου χύσιν οἴνου· 140
 
ὃς δὲ πέσῃ σφαλεροῖο ποδὸς δεδονημένος ὁλκῷ,
 
ἥσσονα δʼ ὀρχήσαιτο, καὶ ἥσσονα δῶρα δεχέσθω·
 
οὐ γὰρ ἐγὼ πάντεσσιν ὁμοίιος· ἀθλοφόρῳ δέ
 
ἀνέρι νικήσαντι χοροίτυπον ἁβρὸν ἀγῶνα
 
οὐ τρίποδα στίλβοντα καὶ οὐ ταχὺν ἵππον ὀπάσσω, 145
 
οὐ δόρυ καὶ θώρηκα φόνῳ πεπαλαγμένον Ἰνδῶν,
 
δίσκον ἐς ἰθυκέλευθον ἀκοντιστῆρας ἐγείρων·
 
οὐδὲ ποδωκείης τέταται δρόμος, οὐ δορὸς αἰχμή
 
τηλεφόρου· Σταφύλῳ δέ, καταφθιμένῳ Βασιλῆι,
 
ἀνδρὶ φιλοσκάρθμῳ, φιλοπαίγμονα ταρσὰ γεραίρω· 150
 
οὐδὲ παλαισμοσύνῃ μυιαλκέι δῶρα τιταίνω,
 
οὐ δρόμος ἱπποσύνης, οὐκ Ἤλιδός εἰσιν ἀγῶνες,
 
οὐ δρόμος Οἰνομάου γαμβροκτόνος· ἡμετέρη γὰρ
 
νύσσα χορός, βαλβῖδες ἐπισκιρτήματα ταρσῶν,
 
χεὶρ τροχαλὴ καὶ σκαρθμὸς ἕλιξ, καὶ νεῦμα προσώπου 155
 
ἄστατα κινυμένοιο, καὶ αὐδήεσσα σιωπὴ
 
δάκτυλα δινεύουσα καὶ ὀρχηστῆρος ὀπωπήν.
 
τοῖον ἔπος φαμένου κερόεις Σειληνὸς ἀνίστη,
 
καὶ τριγέρων βαρύθοντι Μάρων ἀνεπήλατο ταρσῷ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi