Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 19

 
καὶ πρότερος κλήροιο τυχὼν τεχνήμονι ῥυθμῷ 80
 
Κεκροπίης ναέτης κιθάρην ἐλέλιζεν Ἐρεχθεύς,
 
μέλπων πάτριον ὕμνον, ὅτι ζαθέαις ἐν Ἀθήναις
 
καὶ Κελεὸς ξείνισσε Βίου παμμήτορα Δηὼ
 
Τριπτολέμῳ σὺν παιδὶ καὶ ἀρχαίῃ Μετανείρῃ,
 
καί σφισι καρπὸν ὄπασσεν, ὅτε χθονὸς αὔλακα νίφων 85
 
Τριπτόλεμος σπόρον εὗρε φερεσταχύων ἐπὶ δίφρων,
 
καὶ Κελεοῦ φθιμένοιο νεοδμήτῳ παρὰ τύμβῳ
 
ὄμμασιν ἀκλαύτοισι θαλυσιὰς ἔστενε Δηώ,
 
ἀλλὰ παρηγορέουσα πάλιν θελξίφρονι μύθῳ
 
Τριπτολέμου Βαρὺ πένθος ἀπέσβεσε καὶ Μεταιείρης· 90
 
οὕτω καὶ Διόνυσον ἑῷ ξείνισσε μελάθρῳ
 
Ἀσσυρίων σκηπτοῦχος· ἄναξ δέ οἱ ἀντὶ τραπέζης
 
ὤπασεν Εὔια δῶρα καὶ ἀμπελόεσσαν ὀπώρην,
 
καὶ Σταφύλου φθιμένοιο, φιλακρήτου βασιλῆος,
 
υἱέα Βότρυν ἔπαυσε φιλοθρήνοιο μερίμνης, 95
 
καὶ κινυρῆς ἀλόχοιο Μέθης εὔνησεν ἀνίην.
 
τοῖα σοφὸς φόρμιζε λυροκτύπος· ἀμφὶ δὲ ῥυθμῷ
 
πάντες ὁμοῦ θέλγοντο· σὺν εὐθύρσῳ δὲ Λυαίῳ
 
ἅρμενον ἱμερόφωνον ἐθάμβεον Ἀτθίδα μολπήν.
 
δεύτερος αἰόλον ὕμνον ἄναξ Οἴαγρος ὑφαίνων, 100
 
ὡς γενέτης Ὀρφῆος, ὁμέστιος ἠθάδι Μούσῃ,
 
δίστιχον ἁρμονίην ἀνεβάλλετο Φοιβάδι μολπῇ,
 
παυροεπής, λιγύμυθος, Ἀμυκλαίῳ τινί θεσμῷ·
 
Εὐχαίτην Ὑάκινθον ἀνεζώγρησεν Ἀπόλλων,
 
καὶ Στάφυλον Διόνυσος ἀεί ζώοντα τελέσσει. 105
 
οὔ πω κῶμος ἔληγεν, ἐπεφθέγξαντο δὲ λαοὶ
 
εὐφήμοις ἐπέεσσιν ὁμογλώσσων ἀπό λαιμῶν,
 
καὶ Σάτυροι σμαράγησαν ἀολλέες· ἐκ δὲ θοώκου
 
ἄστατος ἅλλετο Βάκχος, ἄνω καὶ ἔνερθε τινάσσων
 
δεξιτερήν, καὶ Βότρυς ἀνέδραμεν, εὐάδι φωνῇ 110
 
ἁρμονίην εὔρυθμον ἀοιδοπόλοιο γεραίρων·
 
Οἰάγρου δὲ κάρηνον ἄναξ ἐστέψατο κισσῷ,
 
καὶ γενέτης Ὀρφῆος ἐπιρρήσσων χθόνα ταρσῷ
 
ἄσμενος ἄζυγα ταῦρον ἐδέξατο μισθὸν ἀοιδῆς·
 
ἀμφὶ δέ μιν στοιχηδὸν ἐπεσκίρτησαν ἑταῖροι. 115
 
καί τράγον εὐρυγένειον, ἄχος καὶ ζῆλον ἀέξων,
 
αἰδομέναις παλάμῃσιν ἀνείρυσεν ἀστὸς Ἀθήνης.
 
Εὐχαίτης δʼ Ἰόβακχος, ἀφειδέι χειρὶ κομίζων,
 
ἄξια θῆκεν ἄεθλα χοροπλεκέος περί νίκης,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi