Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 18

 
εἶπε· καὶ ὠκυπέδιλος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων 320
 
ἠῴην ἐπὶ πέζαν ἀταρπιτὸν ἤνυσε κῆρυξ,
 
σκῆπτρον ἔχων γενετῆρος· ὁ δὲ χρυσέων ἐπὶ δίφρων
 
βότρυν ἀερτάζων φρενοτερπέα καρπὸν ὀπώρης
 
ποσσὶ πολυγνάμπτοισιν ἀπʼ ἄστεος ἄστεα βαίνων
 
Ἀσσυρίην χθόνα πᾶσαν ἑῆς ἔπλησεν ὀπώρης, 325
 
ἀγρονόμοις ὀρέγων σταφυληκόμον ἄνθος ἀλωῆς.
 
ὄφρα μὲν ἀντολικοῖο παρὰ πτερὸν αἴθοπος Εὔρου
 
φοιταλέῳ Σύρον οὖδας ἐμέτρεεν οἴνοπι δίφρῳ,
 
τόφρα δὲ καὶ Σταφύλῳ μόρος ἔχραεν· ἐν δὲ μελάθρῳ
 
δμῶες ἀνερρήξαντο κατὰ στέρνοιο χιτῶνα, 330
 
ἀμφίπολοι δʼ ἀλάλαζον· ἐφοινίσσοντο δὲ μαζοὶ
 
τυπτόμενοι παλάμῃσι· πολυθρήνων δὲ γυναικῶν
 
πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου.
 
ὀψὲ δὲ δὴ παλίνορσος ἐρισταφύλων ἐπὶ δίφρων
 
νοστήσας Διόνυσος ἐδύσατο Βότρυος αὐλήν. 335
 
μνῆστιν ἔχων Σταφύλοιο φιλοστόργοιο τραπέζης·
 
καὶ Πίθον ὡς ἐνόησε κατηφιόωντι προσώπῳ,
 
πότμον ἑοῦ Σταφύλοιο σοφῇ μαντεύσατο σιγῇ
 
αὐτόματος· καλέσας δὲ Μέθην ἐξείρετο μύθῳ·
 
εἰπέ, γύναι, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν; 340
 
αὐχμηρὴν ὁρόω σε, καἰ ἀστράπτουσαν ἐάσας·
 
τίς τεὸν ἔσβεσε κάλλος ἀθέσφατον; οὐκέτι πέμπεις
 
ἔμφυτον οἰνωπῇσι παρηίσι πορφύρεον πῦρ.
 
καὶ σύ, γέρον, μὴ κρύπτε, πόθεν τάδε δάκρυα χεύεις;
 
τίς τάμεν, εὐρυγένειε, τεὸν πώγωνα κομήτην; 345
 
τίς πολιὴν ᾔσχυνε; τίς ἔσχισε σεῖο χιτῶνα;
 
καὶ σύ, φιλακρήτοιο Μέθης βλάστημα τεκούσης,
 
τέκνον ἐμοῦ Σταφύλοιο, πόθεν λάχες ἄτριχα κόρσην;
 
τίς φθόνος ἠμάλδυνε τεὴν ἑλικώδεα χαίτην;
 
οὐ πλόκαμοι προχυθέντες ἐπʼ ἀργυφέων σέθεν ὤμων 350
 
ἀπλεκέες Τυρίοιο μύρου πέμπουσιν ἀυτμήν,
 
οὐκέτι βακχευθέντος ἀφʼ ὑμετέροιο καρήνου
 
μαρμαρυγὴν ῥοδόεσσαν ὀιστεύουσι παρειαί.
 
πῶς φορέεις τάδε πέπλα χυτῇ ῥυπόωντα κονίῃ;
 
πῇ μοι ἔβη Τυρίης βασιλήια πέπλα θαλάσσης; 355
 
οὐκέτι γινώσκω σε μαραινομένοιο προσώπου.
 
πῇ Στάφυλος σκηπτοῦχος ἀνήλυθεν, ὄφρα νοήσω;
 
εἰπέ, τεὸν γενετῆρα τίς ἥρπασεν εἰς μίαν ὥρην;
 
γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi