Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 18

 
ὁππότε κουφίζων παλάμας ὑπὲρ ἄντυγα μαζοῦ 280
 
Ζηνὶ τεῷ πολέμιζεν, ἐν ἠερίῃ δὲ κελεύθῳ
 
στοιχάδας ὑψιλόφῳ νεφέλας ἔστησε καρήνῳ,
 
καὶ σκολιαῖς ὄρνιθας ἐπιπλαγχθέντας ἐθείραις
 
πολλάκι συμμάρψας πολυχανδέι δαίνυτο λαιμῷ·
 
τοῦτον ἀριστεύοντα τεὸς κτάνε σύγγονος Ἄρης. 285
 
Αρεος οὐ καλέω σε χερείονα· καὶ γὰρ ἐρίζοις
 
πᾶσι Διὸς τεκέεσσιν, ἐπεὶ φονίῳ σέο θύρσῳ
 
τόσσον ἀριστεύεις, ὅσσον δορὶ μάρναται Ἄρης,
 
καὶ τελέεις, ἅτε Φοῖβος, ἀέθλια, θηροφόνον δὲ
 
υἱὸν ἐγὼ Διὸς ἄλλον ἐμῷ ξείνισσα μελάθρῳ· 290
 
χθιζὰ γὰρ εἰς ἐμὸν οἶκον ἐύπτερος ἤλυθε Περσεὺς
 
γείτονα Κωρυκίοιο διαυγέα Κύδνον ἐάσας,
 
ὡς σύ, φίλος, καὶ ἔφασκεν ἐπώνυμον ὠκέι ταρσῷ
 
ἀνδράσι πὰρ Κιλίκεσσι νεόκτιτον ἄστυ χαράξαι·
 
ἀλλʼ ὁ μὲν ἠέρταζεν ἀθηήτοιο. Μεδούσης 295
 
Γοργόνος ἄκρα κάρηνα σὺ δʼ οἴνοπα καρπὸν ἀείρεις,
 
ἄγγελον εὐφροσύνης, βροτέης ἐπίληθον ἀνίης·
 
Περσεὺς κῆτος ἔπεφνεν Ἐρυθραίῳ παρὰ πόντῳ,
 
καὶ σὺ κατεπρήνιξας Ἐρυθραίων γένος Ἰνδῶν.
 
κτεῖνε δὲ Δηριάδην, ὡς ἔκτας Ἰνδὸν Ὀρόντην 300
 
κήτεος εἰναλίοιο κακώτερον· ἀχνυμένην μὲν
 
Περσεὺς Ἀνδρομέδην, σὺ δὲ ῥύεο μείζονι νίκῃ
 
πικρὰ βιαζομένην ἀδίκων ὑπὸ νεύμασιν Ἰνδῶν
 
παρθένον ἀστερόεσσαν, ὅπως ἕνα κῶμον ἀνάψω
 
Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ. 305
 
ὣς εἰπὼν παλίνορσος ἑῷ νόστησε μελάθρῳ
 
ἁβρὸς ἄναξ. Βρομίου ξεινηδόκος· εἰσαΐων δὲ
 
φθεγγομένου βασιλῆος ἐτέρπετο κέντορι μύθῳ
 
θυρσομανὴς Διόνυσος, ἐβακχεύθη δὲ κυδοιμῷ
 
οὔασι θελγομένοισι μόθον πατρῷον ἀκούων· 310
 
καὶ Κρονίδην νείκεσσε, καὶ ἤθελε μείζονα νίκην
 
ἐσσομένην τριτάτην, διδύμην μετὰ φύλοπιν Ἰνδῶν,
 
ζῆλον ἔχων Κρονίδαο. Φερέσπονδον δὲ καλέσσας,
 
οὐρανίου κήρυκος ἀπόσπορον, εἴκελον αὔραις,
 
Ἰφθίμης σοφὸν υἷα, φίλῳ προσπτύξατο μύθῳ· 315
 
ὦ τέκος Ἑρμάωνος, ἐμοὶ πεφιλημένε κῆρυξ,
 
τοῦτο μολὼν ἄγγειλον ἀγήνορι Δηριαδῆι·
 
 

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi