Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 17

 
δαιμονίης ἄρρηκτον ἔχων βλάστημα κεραίης,
 
ἀντιβίοις ἀτίνακτον· ὁ δὲ θρασὺς ἀντία Βάκχου
 
ἠερίῃ βαρύδουπος ὁμοίιος Ἰνδὸς ἀέλλῃ
 
δεύτερον ἠκόντιζεν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
 
νεβρίδος ἁψαμένη μολίβου τύπον. ἀντιτύπου δὲ 245
 
πέμπων οἴνοπα θύρσον ἐπὶ πλατὺν ὦμον Ὀρόντου
 
Βάκχος ἑκὼν ἀφάμαρτεν· ἐπεγγελόων δὲ Λυαίου
 
ἔγχεϊ κισσήεντι θεημάχος εἶπεν Ὀρόντης·
 
οὗτος ὁ θῆλυν ὅμιλον ἐμαῖς στρατιῇσι κορύσσων,
 
εἰ δύνασαι, πολέμιζε γυναικείῳ σέο θύρσῳ, 250
 
εἰ δύνασαι, προμάχιζε· καί, εἰ μερόπων φρένα τέρπεις
 
πανδαμάτωρ, ἕνα μοῦνον ἀθελγέα θέλξον Ὀρόντην.
 
ἵστασο δηριόων, καὶ γνώσεαι, οἷον ἀέξει
 
ὄρχαμον ἀλκήεντα γέρων ἐμὸς Ἰνδός Ὑδάσπης.
 
οὐ Φρυγίης γενόμην, ὅθεν ἄρσενές εἰσι γυναῖκες, 255
 
ἄσπορον ἀμήσαντες ἀνυμφεύτου στάχυν ἥβης·
 
οὐ θεράπων ἀσίδηρος ἀνάλκιδός εἰμι Λυαίου.
 
φάρμακα σοὺς προμάχους οὐ ῥύσεται· ὑμετέρας δὲ
 
θυιάδας ἀμφιπόλους ληίσσομαι, ἐκ δὲ κυδοιμοῦ
 
Σειληνοὺς θεράποντας ἐμῷ βασιλῆι κομίσσω, 260
 
σοὺς Σατύρους πτώσσοντας ἐμῷ δορὶ πάντας ὀλέσσω.
 
εἶπεν ὁμοκλήσας στρατιῆς πρόμος· εἰσαΐων δὲ
 
Βάκχος ἄναξ κεχόλωτο, καὶ ἀμπελόεντι κορύμβῳ
 
τύψε κατὰ στέρνου πεφιδημένος· οὐτιδανῷ δὲ
 
ἄνθεϊ βοτρυόεντι τυπεὶς ἐσχίζετο θώρηξ· 265
 
οὐδὲ καλυπτομένου χροὸς ἥψατο Βακχιὰς αἰχμή,
 
οὐ δέμας ἄκρον ἄμυξε· σιδηρείου δὲ χιτῶνος
 
ῥηγνυμένου βαρύδουπος ἐχάζετο γυμνὸς Ὀρόντης·
 
ἠῴην δʼ ἐπὶ πέζαν ἑὰς ἐτίταινεν ὀπωπὰς
 
ἀντιπόρῳ Φαέθοντι καὶ ὑστατίην φάτο φωνήν· 270
 
ἠέλιε, φλογεροῖο διʼ ἅρματος αἰθέρα τέμτων.
 
γείτονα Καυκασίην ὑπὲρ αὔλακα φέγγος ἰάλλων
 
στῆσον ἐμοὶ σέο δίφρα, καὶ ἔννεπε Δηριαδῆι
 
Ἰνδῶν δοῦλα γένεθλα καὶ αὐτοδάικτον Ὀρόντην
 
καὶ θύρσους ὀλίγους ῥηξήνορας, εἰπὲ καὶ αὐτοῦ 275
 
νίκην φαρμακόεσσαν ἀπειρομόθου Διονύσου.
 
καὶ ῥόον οἰνωθέντα νοοσφαλέος ποταμοῖο·
 
εἰπὲ δὲ, πῶς ἀκάμαντα σιδηροφόρων στρατὸν Ἰνδῶν
 
λεπταλέοις πετάλοισι διασχίζουσι γυναῖκες.
 
εἰ δὲ τεῆς Κλυμένης μιμνήσκεαι εἰσέτι λέκτρων, 280

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi