Kitap 17
ἔθλασεν ἄκρα μέτωπα βαλὼν μυλοειδέι πέτρῳ,
καὶ σκέπας ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ,
ψευδαλέου μίμημα τετυγμένον ἠθάδι γύψῳ,
ἀντίτυπον πήληκος ἀληθέος ἕρκος ὀπωπῆς·
καὶ τὸ μὲν ἐν χθονὶ πῖπτε πολυσχιδές, αἴθοπι τέφρῃ
205
εἴκελον, ἀργυφέη δὲ πέλεν κόνις· αὐτὰρ ὁ κάμνων
ἔγχεϊ πετρήεντι πέδον πήχυνεν ἀγοστῷ.
Κενταύρου δʼ ἑτέροιο διʼ εὐκεράοιο καρήνου
ἀμφιτόμῳ βουπλῆγι τυχὼν λασίοιο μετώπου
ταυρείην ἐπίκυρτον ἀπηλοίησε κεραίην·
210
καὶ πολὺς εἰς χθόνα πῖπτεν, ἐπισκαίρων δὲ καρήνῳ
ἡμιθανὴς κεκύλιστο, καὶ οὔασι τύπτε κονίην·
καὶ δέμας ὀρθώσας πυμάτῳ βακχεύετο ταρσῷ,
εἰλιπόδην ἀγέλαστον ἔχων ὀρχηθμὸν ὀλέθρου·
καὶ κτύπον ἐσμαράγησε πέλωρ, ἅτε ταῦρος ἰάλλων
215
τρηχαλέον μύκημα σεσηρότος ἀνθερεῶνος,
κρᾶτα τυπείς. Ἑλίκην δὲ βαλὼν ἄστοργος Ἐρεμβεὺς
στήθεϊ χαλκὸν ἔλασσε, καὶ ἄργυφον ἄντυγα μαζοῦ
αἵματι φοινίσσοντι κατέγραφε κυανέη χείρ·
τὴν δὲ κονιομένην ἑτέρῃ ξύνωσαν ἀνίῃ
220
πέπλον ἀναστείλαντες ἀκοντιστῆρες ἀῆται·
καὶ χροὸς ἔβλυε λύθρον ἐπήρατον· αἰδομένη δὲ
δεξιτερῇ συνάγειρεν ἑὸν φεύγοντα χιτῶνα,
γυμνὰ φυλασσομένη χιονώδεος ὄργια μηροῦ.
καὶ θεὸς ἀθρήσας δηίων ἑτεραλκέα νίκην
225
καὶ Σατύρους πτώσσοντας ἐπεσμαράγησε κυδοιμῷ,
ὡς στρατὸς ἐννεάχιλος ἐριγδούπων ἀπὸ λαιμῶν
συμφερτοῖς στομάτεσσι χέων ἀντίκτυπον ἠχώ.
καὶ Βρομίῳ ταχύγουνος ἐμάρνατο μοῦνος Ὀρόντης,
θνητὸς ἐών, βροτέῃ δὲ θεὸν προκαλίζετο φωνῇ.
230
ἄμφω δʼ εἰς μόθον ἦλθον ὁμήλυδες, ὧν ὁ μὲν αὐτῶν
ἔγχος ἔχων, ὁ δὲ θύρσον ἀκαχμένον. ἄκρα δὲ Βάκχου
κρατὸς ἀνουτήτοιο βαλὼν ὑπέροπλος Ὀρόντης
θηγαλέην Βρομίοιο μάτην ἤρασσε κεραίην·
οὐ γὰρ ἄναξ Διόνυσος ἀδηλήτοιο καρήνου
235
ταυροφυῆ τύπον εἶχε Σεληναίοιο μετώπου
τεμνόμενον βουπλῆγος ἀλοιητῆρι σιδήρῳ,
ὡς κερόεις Ἀχελῷος ἀείδεται, οὖ ποτε κόψας
Ἡρακλέης κέρας εἷλε γαμοστόλος· ἀλλὰ Λυαῖος
οὐράνιον μίμημα βοώπιδος εἶχε Σελήνης,
240