Kitap 16
Ζηνὶ συναπτομένην Ἰξίονος οἶσθα γυναῖκα
240
καὶ γάμιον χρεμέτισμα καὶ ἱππείους ὑμεναίους·
Ἀντιόπης ἐδάης φιλοπαίγμονα θεσμὸν Ἐρώτων
καὶ Σάτυρον γελόωντα νόθον μιμηλὸν ἀκοίτην.
ὣς φάτο κερτομέουσα νόον δειδήμονα Βάκχου.
καὶ δρυὸς ἐντὸς ἵκανεν ὁμήλικος. ἐν δὲ κολώναις
245
ἀσχαλόων Διόνυσος ὁμάρτεε θυιάδι κούρῃ
ποσσὶν ἐρωμανέεσσι, καὶ ὠκυπέδιλος Ἀμαζὼν
ἄστατος ἄκρα κάρηνα μετήιε δύσβατα πέτρης,
ἴχνος ἐρευνητῆρος ὑποκλέπτουσα Λυαίου.
καὶ φλογερῷ Φαέθοντος ἱμασσομένης χρόα πυρσῷ
250
ἄβροχα διψαλέης τερσαίνετο χείλεα κούρης·
καί δόλον ἀγνώσσουσα γυναιμανέος Διονύσου
ξανθὸν ὕδωρ ἐνόησε φιλακρήτου ποταμοῖο,
καὶ πίεν ἡδὺ ῥέεθρον, ὅθεν πίον αἴθοπες Ἰνδοί·
καὶ φρένα δινηθεῖσα μέθῃ βακχεύετο κούρη,
255
καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,
καὶ διδύμην ἐδόκησεν ἰδεῖν πολυχανδέα λίμνην
ὄμματα δινεύουσα· βαρυνομένου δέ καρήνου
δέρκετο θηροβότου διπλούμενα νῶτα κολώνης·
καὶ τρομεροῖσι πόδεσσιν ὀλισθήσασα κονίῃ
260
εἰς πτερὸν αὐτοκύλιστος ἐσύρετο γείτονος Ὕπνου·
καὶ γαμίῳ βαρύγουνος ἐθέλγετο κώματι νύμφη.
τὴν μὲν ἰδὼν εὕδουσαν Ἔρως ἐπεδείκνυε Βάκχῳ,
ὕμνον ἐποικτείρων· νέμεσις δʼ ἐγέλασσεν ἰδοῦσα.
καὶ δολόεις Διόνυσος ἀδουπήτοισι κοθόρνοις
265
εἰς γάμον ἄψοφος εἷρπε ποδῶν τεχνήμονι παλμῷ.
κούρης δʼ ἐγγὺς ἵκανε· καὶ ἀτρέμας ἄκρον ἐρύσσας
δεσμὸν ἀσυλήτοιο φυλάκτορα λύσατο μίτρης
φειδομένῃ παλάμῃ, μὴ παρθένον ὕπνος ἐάσῃ.
γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην
270
φυταλιὴν ὤδινε, χαριζομένη Διονύσῳ,
πολλὴν δʼ ἀμπελόεσσαν ἐλαφρίζουσα καλύπτρην
πλεκτὴ βοτρυόεντι κάμαξ ἐβαρύνετο καρπῷ·
καὶ λέχος ἦν πετάλοισι κατάσκιον· ἡμερίδων γὰρ
αὐτοφυὴς μίτρωσεν ἕλιξ εὐάμπελον εὐνήν·
275
καὶ πολὺς ἔνθα καὶ ἔνθα μετάρσιος οἴνοπι καρπῷ
Κυπριδίοις ἀνέμοισιν ἐσείετο βότρυς ἀλήτης,
ἀμφοτέρους δʼ ἐπύκαζε· σελινοφόρῳ δὲ κορύμβῳ
ἱμερόεις ἐμέθυσσεν ὁμόζυγος οἰνάδος ὄρπηξ