Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 16

 
καί σε σιδηρείῃσιν ἀλυκτοπέδῃσι πεδήσω 160
 
σεῖο κασιγνήτῳ πανομοίιον, ἐνδόμυχον δὲ
 
χαλκείοις κεράμοισι μετʼ Ἄρεα καὶ σὲ φυλάξω,
 
ἄχρις ἀναπλήσας δυοκαίδεκα κύκλα Σελήνης
 
ἠερίοις ἐμὸν οἶστρον ἀπορρίψειας ἀήταις.
 
χερσὶ γυναιμανέεσσιν ἐμῆς μὴ ψαῦε φαρέτρης· 165
 
τόξον ἔχω, σὺ δὲ θύρσον· ἐν Ἀστακίῃ μὲν ἐρίπνῃ
 
εἰς σύας ἠὲ λέοντας ἐμὸν βέλος ἐνθάδε πέμπω
 
Ἀρτέμιδος συνάεθλος, ὑπὲρ Λιβάνοιο δὲ πέτρης
 
νεβροὺς καὶ σὺ δίωκε συναγρώσσων Ἀφροδίτῃ.
 
οὐ δέχομαι σέο λέκτρα, καὶ εἰ Διὸς αἷμα κομίζεις· 170
 
εἰ δὲ θεὸν μενέαινον ἔχειν πόσιν, οὐκ ἄν ἀκοίτην
 
ἁβροκόμην ἀσίδηρον ἀνάλκιδα θήλεϊ μορφῇ
 
εἶχον ἐγὼ Διόνυσον, ἐμῷ δʼ ἐφυλάσσετο παστῷ
 
νυμφίος ἢ κλυτότοξος ἄναξ ἢ χάλκεος Ἄρης,
 
ὃς μὲν τόξον ἔχων, ὁ δὲ φάσγανον ἕδνον Ἐρώτων· 175
 
ἀλλʼ ἐπεὶ οὐ μακάρων τινὰ δέξομαι, οὐδὲ καὶ αὐτὸν
 
πενθερὸν οἶστρος ἔχει με τεὸν Κρονίωνα καλέσσαι.
 
ἄλλην δίζεο, Βάκχε, νέην πειθήμονα νύμφην.
 
τί σπεύδεις; ἀκίχητον ἔχεις δρόμον, ὥς ποτε Δάφνην
 
Λητοΐδης ἐδίωκε καὶ ὣς Ἥφαιστος Ἀθήνην· 180
 
τί σπεύδεις; δρόμος οὗτος ἐτώσιος· ἐν σκοπέλοις γὰρ
 
ἐνδρομίδες πολὺ μᾶλλον ἀρείονές εἰσι κοθόρνων.
 
ὣς φαμένη λίπε Βάκχον. ἀεὶ δʼ ὑπὸ φορβάδα λόχμην
 
παρθενικὴν μάστευεν ὀρίπλανον· ἐσσυμένῳ δὲ
 
σύνδρομος ὡμάρτησε κύων πινυτόφρονι θυμῷ 185
 
τόν ποτε θηρεύοντι φιλοσκοπέλῳ Διονύσῳ
 
ὤπασε δῶρον ἔχειν σκυλακοτρόφος ὑψίκερως Πάν.
 
καί μιν ἅτε φρονέοντα καὶ αὐδήεντα δοκεύων
 
σύννομον ἰσοκέλευθον ἐῶν ξυνήονα μόχθων,
 
Βάκχος ἐρωμανέων φιλίῳ προσπτύξατο μύθῳ· 190
 
τίπτε, κύων περίφοιτος, ὁμόδρομός ἐσσι Λυαίῳ
 
Πανὸς ἀεὶ ποθέοντος ἐπάξιε; τίπτε σὺ μοῦνος
 
παρθένον ἰχνεύοντι συνιχνεύεις Διονύσῳ;
 
ἦ ῥά σε σὸς ταμίης οἰκτίρμονα θῆκεν ἐρώτων;
 
παρθένον ἡμετέρην ἔτι δίζεο, μηδʼ ἐνὶ πέτραις 195
 
Βάκχον ἀλητεύοντα κατʼ οὔρεα μοῦνον ἐάσῃς.
 
μοῦνος ἐποικτείρεις με, καὶ ὡς βροτὸς εἰς ῥάχιν ὕλης
 
πλαζομένης λοφόεντα μετέρχεαι ἔνδια κούρης.
 
κάμνε τεῷ βασιλῆι· χάριν δέ σοι εἵνεα μόχθων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi