Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 16

 
παρθενικὰς ἀπέειπε καὶ Ἄρτεμις· ἀλλὰ καὶ αὐτὴ 360
 
τίπτέ μοι οὐ φυγόδεμνος ὅλον δέμας ἔννεπεν Ἠχώ;
 
τίπτέ μοι εἰς ἐμὸν οὖας, ὅσον μὴ Βάκχον ἀκοῦσαι,
 
οὐ Πίτυς ἐψιθύριζε καὶ οὐκ ἐφθέγξατο Δάφνη·
 
 
ἔννεπε, καὶ πολύδακρυν ἀνέβλυσεν ὄμβρον ὀπωπῆς. 365
 
καί ποτε μὲν μενέαινε κατʼ αὐχένος ἆορ ἐρεῖσαι,
 
ἄλλοτε δʼ αὐτοκύλιστος ἀπʼ οὔρεος ἤθελε πίπτειν
 
ὑστατίῃ προκάρηνος ὀλισθήσασα κονίῃ·
 
καὶ γαμίης μενέαινεν ἀιστῶσαι πόμα πηγῆς,
 
εἰ μὴ ἀμειψαμένη προτέρη χύσις ἰκμάδα Βάκχου 370
 
λευκὸν ὕδωρ κελάρυζε καὶ οὐκέτι χεῦμα Λυαίου.
 
καὶ Κρονίδην ἱκέτευε καὶ Ἄρτεμιν, ὄφρα τελέσσῃ
 
αὔλια Νηιάδων κεκονιμένα διψάδι χέρσῳ.
 
πολλάκι δʼ ὄμμα τίταινε διʼ οὔρεος, εἴ που ἐφεύροι
 
ἴχνιον ἀστήρικτον ἀθηήτου Διονύσον, 375
 
ὄφρα βάλῃ τόξοισι γυνὴ θεόν, ὄφρα δαμάσσῃ
 
δαίμονα βοτρυόεντα· καὶ ἤθελε μᾶλλον ἐκείνην
 
ἄμπελον εὐναίην φλογερῷ πυρὶ πᾶσαν ὀλέσσαι.
 
πολλάκι δʼ ἀθρήσασα διʼ οὔρεος ἴχνια Βάκχου
 
ἠερίας τόξευεν ὀιστεύουσα θυέλλας· 380
 
πολλάκι δʼ ἔγχος ἄειρε, καὶ εἰς σκοπὸν ἀντίον ἔστη.
 
ὄφρα δέμας πλήξειεν ἀνουτήτου Διονύσου·
 
ἀλλὰ μάτην προέηκε καὶ οὐκ ἐτύχησε Λυαίου.
 
καὶ ποταμῷ κεχόλωτο καὶ ὤμοσε, μή ποτε πηγῆς
 
χείλεσι διψαλέοισι πιεῖν ἀπατήλιον ὕδωρ· 385
 
ὤμοσε καὶ κατὰ νύκτας ἔχειν ἄγρυπνον ὀπωπήν,
 
ὤμοσε μὴ γλυκὺν ὕπνον ἐν οὔρεσιν ἄλλον ἰαύειν.
 
καὶ σκύλακας νεμέσησε φυλάκτορας, ὅττι καὶ αὐτοὶ
 
οὐ τότε θωρήσσοντο γυναιμανέοντι Λυαίῳ.
 
δίζετο δʼ ἀγχονίοιο μετάρσιον ἄλκαρ ὀλέθρου 390
 
θλιβομένη σφιγκτῆρι περίπλοκον αὐχένα δεσμῷ,
 
μῶμον ἀλευομένη φιλοκέρτομον ἥλικος ἥβης.
 
ἀρχαίην δʼ ἀέκουσα λίπεν θηροτρόφον ὕλην,
 
αἰδομένη μετὰ λέκτρα φανήμεναι ἰοχεαίρῃ.
 
καὶ ζαθέης ῥαθάμιγγι γονῆς πλησθεῖσα Λυαίου 395
 
γαστέρι φόρτον ἄειρε· τελειομένης δὲ λοχείης
 
θῆλυν ἐμαιώσαντο τόκον ζωθαλπέες Ὧραι,
 
καὶ δρόμον ἐννεάκυκλον ἐπιστώσαντο Σελήνης·
 
ἐκ δὲ γάμου Βρομίοιο θεόσσυτος ἤνθεε κούρη,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi