Kitap 16
ἕκτῳ καὶ δεκάτῳ γαμίην Νίκαιαν ἀείδω, εὐνέτιν ὑπνώουσαν ἀκοιμήτου Διονύσου.
οὐδὲ φόνος νήποινος ἔην κινυροῖο νομῆος,
ἀλλὰ λαβὼν ἑὰ τόξα καὶ ἱμερόεν βέλος ἕλκων
θοῦρος Ἔρως ἀίδηλος ἐθωρήχθη Διονύσῳ
ἑζομένῳ παρὰ χεῖλος ἐυκροκάλου ποταμοῖο.
καὶ ταχινὴ Νίκαια, μετὰ δρόμον ἠθάδος ἄγρης
5
ἄσχετον ἱδρώουσα φιλοσκοπέλων ἀπὸ μόχθων,
γυμνὸν ὀρεσσιχύτοισι δέμας φαίδρυνε λοετροῖς.
οὐ μὲν Ἔρως δήθυνεν ἑκηβόλος· ἀμφὶ δὲ νευρῇ
ἀκροφανῆ πώγωνα βαλὼν πτερόεντος ὀιστοῦ
τόξον ἑὸν κύκλωσεν, ἐρωμανέος δὲ Λυαίου
10
ἐν κραδίῃ κατέπηξεν ὅλον βέλος. ἐν δὲ ῥεέθροις
νηχομένην Διόνυσος ἰδὼν γυμνόχροα κούρην
ἡδυμανῆ πυρόεντι νόον δεδόνητο βελέμνῳ.
ἤιε δʼ ἔνθα καὶ ἔνθα, λαγωβόλος ὁππόθι κούρη,
πῇ μὲν ὀπιπεύων ἑλικώδεα βόστρυχα χαίτης
15
εἰς δρόμον ἱεμένης δεδονημένα κυκλάσιν αὔραις,
πῇ δὲ παρελκομένων πλοκάμων στίλβοντα δοκεύων
αὐχένα γυμνωθέντα, σέλας πέμποντα Σελήνης·
καὶ Σατύρων ἀμέλησε καὶ οὐκέτι τέρπετο Βάκχαις·
παπταίνων δʼ ἐς Ὄλυμπον ἐρωτοτόκῳ φάτο φωνῇ·
20
ἵξομαι, ἧχι πέλει δροσερὸς δρόμος, ἧχι φαρέτρη,
ἧχι βέλος καὶ τόξον ἐπήρατον, ἧχι καὶ αὐταὶ
παρθενικῆς ἀγάμοιο μύρου πνείουσι χαμεῦναι·
φαύσω καὶ σταλίκων καὶ δίκτυα χερσὶ πετάσσω·
ἀγρώσσω καὶ ἔγωγε καὶ ἠθάδα νεβρὸν ὀλέσσω.
25
εἰ δέ μοι ὡς βαρύθυμος ὀνειδίσσειεν Ἀμαζὼν
θῆλυν ἐρευγομένη μελιηδέος ὄγκον ἀπειλῆς,
κούρης χωομένης ἐπὶ γούνασι χεῖρα πελάσσω,
ψαύων ὡς ἱκέτης ἐρατοῦ χροός, οὐ μὲν ἐλαίης
θαλλὸν ἀερτάζων, ὅτι δένδρεόν ἐστιν Ἀθήνης
30
παρθενικῆς ἀγάμου καὶ ἀθελγέος, ἀντὶ δὲ πικροῦ
ἀκρεμόνος λιπόωντος ἐμῇ μελιηδέι νύμφῃ
οἴνοπα καρπὸν ἔχοντα μελιρραθάμιγγος ὀπώρης
βότρυν ἀερτάζων ἱκετήσιον. ἣν δὲ χαλέψῃ
παρθένος ἀγκυλότοξος, ἐμῷ χροῒ μὴ δόρυ πήξῃ,
35
μὴ βέλος αὗ ἐρύσειε μιαιφόνον, αἰδομένη δὲ
ἀκροτάτῳ πλήξειεν ἐμὸν δέμας ἡδέι τόξῳ·
πληγῆς οὐκ ἀλέγω φρενοθελγέος. ἣν δʼ ἐθελήσῃ,
ἱμερταῖς παλάμῃσιν ἐμῶν δράξαιτο κομάων,