Kitap 15
ὄμμα παλινδίνητον ἄγων, ὀχετηγὸν Ἐρώτων,
240
εἰ τόσον, ὡς Νίκαια, πέλε λευκώλενος Ἥρη·
ἑσπερίην δʼ ἐπὶ πέζαν ἑὴν ἐτίταινεν ὀπωπήν,
εἰ πλέον ἀργυφέη πέλε παρθένος, ἠὲ Σελήνη.
καὶ νέος, ἀμφιέπων ὑποκάρδιον ἕλκος Ἐρώτων,
ἐγγὺς ἐὼν καὶ νόσφιν ἐὼν ἐμνώετο κούρης,
245
πῶς βέλος εἰς σκοπὸν εἷλκεν ὀρειάδος ἀντίον ἄρκτου,
πῶς δὲ λεοντείῃ παλάμην ἐσφίγξατο δειρῇ
δίζυγα γυρώσασα βραχίονα μάρτυρι δεσμῷ,
πῶς πάλιν ἱδρώουσα λοέσσατο χεύματι πηγῆς
ἡμιφανής, καὶ μᾶλλον ἀεὶ μιμνήσκετο πέπλου,
250
ὁππότε μιν δονέων καὶ ἐς ὀμφαλὸν ἄχρις ἀείρων
γυμνώσας χροὸς ἄνθος ἀνηκόντιζεν ἀήτης·
κείνου μνῆστιν ἔχων γλυκερὰς ἱκέτευεν ἀέλλας,
ὄφρα πάλιν βαθύκολπον ἀναστείλωσι χιτῶνα.
καὶ νέος ἀστήρικτος ἐυκραίρῳ παρὰ ποίμνῃ
255
γείτονα θηρεύουσαν ἰδὼν ὑψαύχενα κούρην
τοῖον ἀπερροίβδησεν ἔπος ζηλήμονι φωνῇ·
Αἴθε βέλος γενόμην ἢ δίκτυον ἠὲ φαρέτρη,
αἴθε βέλος γενόμην θηροκτόνον, ὄφρά με γυμναῖς
χερσὶν ἐλαφρίσσειεν· ὀπισθοτόνοιο δὲ τόξου
260
εἴην νεῦρα βόεια πολὺ πλέον, ὄφρά με μαζῷ
χιονέῳ πελάσειε σαόφρονος ἔκτοθι μίτρης,
ναὶ δαμάλη, ναὶ μόσχε, σαόφρονος ἔκτοθι μίτρης.
παρθένε, κουφίζεις βέλος ὄλβιον· ὑμέτεροι δὲ
ὕμνου μηλονόμοιο μακάρτεροί εἰσιν ὀιστοί,
265
ὅττι τεῶν ψαύουσιν ἐρωτοτόκων παλαμάων.
σοῖς γλυκεροῖς σταλίκεσσιν ἀφωνήτοισι μεγαίρω·
οὐδὲ μόνον σταλίκων με φέρει πόθος· ἀλλὰ καὶ αὐτοῦ
ζῆλον ἔχω τόξοιο καὶ ἀπνεύστοιο φαρέτρης.
αἴθε μεσημβρίζουσα ποθοβλήτῳ παρὰ πηγῇ
270
γυῖα καταψύξειεν, ἴδω δʼ ὑψαύχενα κούρην,
ναὶ δαμάλη, ναὶ μόσχε, δίχα φθονεροῖο χιτῶνος.
οὔ πώ μοι, Κυθέρεια, τόσην ᾤκτειρας ἀνάγκην;
Θρινακίην οὐκ οἶδα καὶ οὐ κεραελκέα ποίμνην,
οὐ βόας Ἠελίοιο κατʼ οὔρεα ταῦτα νομεύω,
275
οὐ κρυφίην ἤγγειλε πατὴρ ἐμὸς Ἄρεος εὐνήν.
παρθένε, μή με δίωκε, καὶ εἰ βόας εἰς νομὸν ἕλκω·
οὐρανίων λεχέων ἐπιβήτορές εἰσι νομῆες·
Τιθωνὸς ῥοδόεις πέλε νυμφίος, ὃν διὰ μορφὴν