Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 15

 
ὠμοτόκου στόμα λάβρον ὑπεκνυζᾶτο λεαίνης 200
 
χείλεϊ φειδομένῳ, δοκέων δέ μιν Ἄρτεμιν εἶναι
 
εἰς πέδον ἱκεσίοιο καθελκομένοιο καρήνου
 
αὐχένι λαχνήεντι λέων ἐκλίνετο νύμφῃ.
 
καί τις ἐνὶ ξυλόχοις ὀρεσίτροφος ἤνθεε βούτης,
 
ἰθυτενής, περίμετρος, ὑπέρτερος ἥλικος ἥβης· 205
 
οὔνομά οἱ πέλεν Ὕμνος, ὃς ἀγριάδος μέσον ὕλης
 
ἱμερτὰς ἐνόμευε βόας παρὰ γείτονι κούρῃ·
 
καὶ νομίην ἐρατῇσι καλαύροπα χερσὶ τινάσσων
 
εἰς βαθὺν ἦλθεν ἔρωτα καὶ οὐκέτι τέρπετο ποίμνῃ,
 
εἴκελος Ἀγχίσῃ ῥοδοειδέι, τοῦ ποτε Κύπρις 210
 
ἀργεννὴν ἐνόμευεν ὀρεσσινόμων στίχα ταύρων
 
κεστὸν ἐλαφρίζουσα βοοσσόον· ἀμφὶ δὲ λόχμην
 
βουκόλος ἀγρώσσουσαν ἰδὼν χιονώδεα κούρην
 
οὐ βοέης ἀγέλης ἐμπάζετο· φοιταλέη δὲ
 
εἰς ἕλος αὐτοκέλευστος ἐβόσκετο πόρτις ἐρήμη 215
 
ἀρχαίου δυσέρωτος ἀποπλαγχθεῖσα νομῆος,
 
καὶ δαμάλη πεφόρητο περισκαίρουσα κολώναις
 
ποιμένα μαστεύουσα· νέος δʼ ἐπλάζετο βούτης
 
παρθενικῆς ὁρόων ῥοδοειδέα κύκλα προσώπου.
 
καὶ δολόεις ἐρέθιζεν Ἔρως ποθέοντα νομῆα 220
 
οἴστρῳ λαβροτέρῳ δεδονημένον· ἐν σκοπέλοις γὰρ
 
παρθενικῆς ἀκίχητον ἐπεσσυμένης δρόμον ἄγρης
 
πέπλον ὅλον κόλπωσεν ἐς ἠέρα κοῦφος ἀήτης·
 
καὶ χροὸς ἤνθεε κάλλος· ἐλευκαίνοντο δὲ μηροὶ
 
καὶ σφυρὰ φοινίσσοντο, καὶ ὡς κρίνον, ὡς ἀνεμώνη 225
 
χιονέων μελέων ῥοδόεις ἀνεφαίνετο λειμών·
 
καὶ νέος ἱμερόφοιτος ἔχων ἀκόρητον ὀπωπὴν
 
ἀσκεπέων ἐδόκευεν ἐλεύθερον ἄντυγα μηρῶν
 
[]χώδεα [
 
βότρυν ὀπισθοπόροιο κόμης ἐλέλιζεν ἀήτης 230
 
κουφίζων ἑκάτερθεν, ἀειρομένων δὲ κομάων
 
λευκοφαὴς σελάγιζε μέσος γυμνούμενος αὐχήν.
 
καὶ νέος οὐρεσίφοιτος ὁμάρτεε πολλάκι κούρῃ,
 
πῇ μὲν ἐπιψαύων σταλίκων ἢ τόξον ἀφάσσων,
 
πῇ δὲ ποθοβλήτοιο τιταινομένοιο βελέμνου 235
 
ἱμερτῆς ἐδόκευε ῥοδόχροα δάκτυλα κούρης·
 
εἴ ποτε τοξεύουσα κέρας κυκλώσατο νευρῇ,
 
καὶ παλάμη γυμνοῦτο, λαθὼν νέος ὄμματι λοξῷ
 
λευκὸν ὀιστευτῆρα βραχίονα δέρκετο κούρης,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi