Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 15

 
καὶ χρυσέην Ὑμέναιος ἀνηέρταζε βοείην 160
 
ἀνέρα συλήσας χρυσάσπιδα, γηθόσυνος δὲ
 
κοῦρον ἐρωμανέεσσιν ἐδέρκετο Βάκχος ὀπωπαῖς
 
τεύχεσιν ὑπναλέοιο καταυγάζοντα φορῆος·
 
καὶ νέος ἠκόντιζεν ἐν ἔντεσιν ὄλβιον αἴγλην,
 
ὡς Λυκίου Γλαύκοιο λαβὼν ἀμάρυσσε μαχηταῖς, 165
 
ἀφνειοῖς σακέεσσιν ἀπαστράπτων, Διομήδης.
 
ἄλλους δʼ ἀντιβίους στρατιὴ ληίσσατο Βάκχων,
 
νήδυμον ὕπνον ἔχοντας ὁμόστολον ἡδέος οἴνου.
 
ἔνθά τις ἀγκυλότοξος, ἐρημάδι σύννομος ὕλῃ,
 
παρθένος Ἀστακίδεσσιν ὁμότροφος ἤνθεε Νύμφαις 170
 
καλλιφυὴς Νίκαια, λαγωβόλος Ἄρτεμις ἄλλη,
 
ἀλλοτρίη φιλότητος, ἀπειρήτη Κυθερείης,
 
θῆρας ὀιστεύουσα καὶ ἰχνεύουσα κολώναις·
 
οὐδὲ μυχῷ θυόεντι καλύπτετο παρθενεῶνος.
 
καί οἱ ἐνὶ σκοπέλοισιν ἐρημονόμῳ παρὰ πέζῃ 175
 
ἠλακάτη πέλε τόξον, ἀεὶ δέ οἱ ἔνδοθι λόχμης
 
μηκεδανοὶ κλωστῆρες ἔσαν πτερόεντες ὀιστοί,
 
καὶ σταλίκων ξύλον ὀρθὸν ὀρειάδος ἱστὸς Ἀθήνης·
 
καὶ καθαρῇ συνάεθλος ὁμίλεεν ἰοχεαίρῃ,
 
καὶ λίνον ἐν σκοπέλοισιν ἀνέπλεκεν ἠθάδος ἄγρης 180
 
νήματος ἀσκητοῖο φιλαίτερον· οὔ ποτε τόξῳ
 
ποικίλον εἶδος ἔχοντος ἀνάλκιδος ἥπτετο νεβροῦ,
 
δορκάδας οὐκ ἐδίωκε, καὶ οὐκ ἔψαυε λαγωοῦ,
 
ἀλλὰ περιζεύξασα δαφοινήεντι χαλινῷ
 
γλαυκὰ δασυστέρνων ἐπεμάστιε νῶτα λεόντων, 185
 
πολλάκι δʼ ἔγχος ἄειρε καταντία λυσσάδος ἄρκτου·
 
μέμφετο δʼ ἰοχέαιραν ἑκηβόλον, ὅττι λιποῦσα
 
στικτῶν πορδαλίων γενεὴν καὶ φῦλα λεόντων
 
οὐτιδαναῖς ἐλάφοισιν ἑὴν ἔζευξεν ἀπήνην.
 
οὐδὲ μύρῳ μεμέλητο, μελικρήτων δὲ κυπέλλων 190
 
ὑδατόεν προβέβουλε χαραδραίης πόμα πηγῆς
 
ψυχρὸν ὕδωρ προχέουσα· καὶ αὐτορόφῳ κενεῶνι
 
κούρης δύσβατος οἶκος ἐρημάδες ἦσαν ἐρίπναι·
 
πολλάκι δʼ εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
 
πορδαλίων σχεδὸν ἧστο, μιῇ δʼ ὑπὸ κοιλάδι πέτρῃ 195
 
μίμνε μεσημβρίζουσα λεχωίδος ἄγχι λεαίνης·
 
ἡ δὲ γαληναίῃσιν ὑπʼ ὀφρύσι μειλιχίη θὴρ
 
ἀδρύπτοις γενύεσσι δέμας λιχμάζετο κούρης,
 
καὶ κινυρῆς μίμημα κυνὸς δειδήμονι λαιμῷ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi