Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 15

 
παρθενικὴ ποθέοντα κατέκτανεν, ἀντὶ δὲ φίλτρων 400
 
πότμον μισθὸν ἔδωκε, ποθοβλήτου δὲ νομῆος
 
αἵματι χαλκὸν ἔβαψε καἰ ἔσβεσε πυρσὸν Ἐρώτων—
 
Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη—
 
καὶ Νύμφας ἀκάχησεν, ὀρειάδος οὐ κλύε πέτρης,
 
οὐ πτελέης ἤκουσε καὶ οὐκ ᾐδέσσατο πεύκην 405
 
λισσομένην·
 
καὶ λύκος ἔστενεν Ὕμνον, ἀναιδέες ἔστενον ἄρκτοι,
 
καὶ βλοσυροῖς βλεφάροισι λέων ὠδύρετο βούτην·
 
Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
 
ἄλλο λέπας δίζεσθε, βόες, μαστεύσατε, ταῦροι, 410
 
ξεῖνον ὄρος· ποθέων γὰρ ἐμὸς γλυκὺς ὤλετο βούτης.
 
θηλυτέρῃ παλάμῃ δεδαϊγμένος. εἰς τίνα λόχμην
 
ἴχνος ἄγω; σώζεσθε, νομαί, σώζεσθε, χαμεῦναι.
 
Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
 
χαίρετέ μοι, σκοπιαί τε καὶ οὔρεα, χαίρετε, πηγαί, 415
 
χαίρετε, Νηιάδες, καὶ ἐμαὶ δρύες. ἀμφότεροι δὲ
 
Πὰν νόμιος καὶ Φοῖβος ἀνίαχον· αὐλός ἀλάσθω.
 
πῇ Νέμεσις; πῇ Κύπρις; ἔρως, μὴ ψαῦε φαρέτρης·
 
σύριγξ, μηκέτι μέλπε· λιγύθροος ὤλετο βούτης.
 
δειλαίου δὲ νομῆος ἀμεμφέα λύθρον Ἐρώτων 420
 
γνωτῇ φοῖβος ἔδειξε, καὶ ἔστενεν Ἄρτεμις αὐτὴ
 
ὕμνου νεκρὸν ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων.
← Önceki 11 / 11

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi