Kitap 15
χειρὶ δὲ σεῖο χάραξον ἔπος τόδε πενθάδι μίλτῳ·
360
ὣς φαμένου Νίκαια χολώετο· λυσσαλέη δὲ
λοίγιον ἰοβόλου γυμνώσατο πῶμα φαρέτρης
καὶ βέλος ἰθυκέλευθον ἀνείρυσεν, ἐκταδίη δὲ
365
κυρτὸν ὀπισθοτόνοιο κέρας κυκλώσατο τόξου,
ἠνεμόεν δὲ βέλεμνον ἐς ἀνθερεῶνα νομῆος
φθεγγομένου προέηκε, καὶ ἄσχετος ἰὸς ἀλήτης
μῦθον ἔτι προχέοντα μέσῳ σφρηγίσσατο δεσμῷ.
ἀλλʼ οὐ νεκρὸς ἄδακρυς ἔην τότε· μεμφομένη δὲ
370
ἀνδροφόνον Νίκαιαν ὀρεστιὰς ἄχνυτο Νύμφη,
μυρομένη νέκυν Ὕμνον· ἐν εὐύδρῳ δὲ μελάθρῳ
Ῥυνδακὶς ὑγροφόρητος ἀσάμβαλος ἔστενε κούρη·
νηιάδες δʼ ἔκλαυσαν· ὑπὲρ Σιπύλοιο δὲ γείτων
δάκρυσιν αὐτοχύτοις Νιόβης πλέον ἔστενε πέτρη.
375
κούρη δʼ ὁπλοτάτη, γαμίων ἔτι νῆις Ἐρώτων,
μή πω Βουκολίωνος ὁμιλήσασα χαμεύνῃ,
Νηὶς Ἀβαρβαρέη νεμεσίζετο πολλάκι νύμφῃ·
ἀμφὶ δέ Δίνδυμον ἄκρον ὁμήλυδες ἐγγύθι λόχμης
Ἀστακίδες μέμψαντο Κυβηλίδος ἤθεα νύμφης,
380
αἴλινα δʼ ἐφθέγξαντο· καὶ οὐ τόσον αἴθοπι πότμῳ
Ἡλιάδες Φαέθοντος ἐδακρύσαντο θανόντος.
καὶ φονίης ἀδάμαστον ὀπιπεύων φρένα κούρης
τόξον Ἔρως ἔρριψε, καὶ ὅρκιον ὤμοσε βούτην,
παρθενικὴν ἀέκουσαν ὑποζεῦξαι Διονύσῳ.
385
ὄμμασι δʼ ἀκλαύτοισι λεοντείων ἐπὶ δίφρων
Δινδυμὶς ἠιθέοιο δεδουπότος ἔστενε Ῥείη,
μήτηρ Ζηνός, ἄνασσα· καὶ ὀλλυμένου μόρον Ὕμνου
ἡ γάμον ἐχθαίρουσα κινύρετο παρθένος Ἠχώ.
καὶ δρύες ἐφθέγξαντο· τί σοι τόσον ἤλιτε βούτης;
390
μή ποτέ σοι Κυθέρεια, μὴ Ἄρτεμις ἵλαος εἴη.
ἔδρακε δʼ Ἀδρήστεια, μιαιφόνον ἔδρακε κούρην,
ἔδρακεν Ἀδρήστεια νέκυν σπαίροντα σιδήρῳ,
καὶ νέκυν ἀρτιδάικτον ἐδείκνυε Κυπρογενείῃ,
μέμψατο δʼ αὐτὸν Ἔρωτα. καὶ εὐπετάλῳ παρὰ λόχμῃ
395
ὕμνον ἐποικτείροντος ἐλείβετο δάκρυα ταύρου,
καὶ δάμαλις δάκρυσε, καὶ ἔστενεν ἀχνυμένη βοῦς
ποιμένος ἀσπαίροντος, ἔοικε δὲ τοῦτο βοῆσαι·
Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.