Kitap 15
πέμπτῳ καὶ δεκάτῳ βριαρὴν Νίκαιαν ἀείδω, θηροφόνον ῥοδόπηχυν ἀπειλήτειραν Ἐρώτων.
ὣς φαμένου νεφεληδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ
ἀμφὶ ῥόον ποταμοῖο μελίπνοον· ὧν ὁ μὲν αὐτῶν
ἀγχιβάτης στατὸν ἴχνος ἐπʼ ἰλύι δισσὸν ἐρείσας
ἡμιφανὴς ἕστηκε, καὶ ὀμφαλὸν ὕδατι δεύων,
κυρτὸς ἔσω ποταμοῖο κεκυφότα νῶτα τιταίνων,
5
χερσὶ βαθυνομένῃσι μελισταγὲς ἤφυσεν ὕδωρ·
ὃς δὲ παρὰ προχοῇσι, κατάσχετος αἴθοπι δίψῃ,
πορφυρέῳ προβλῆτα γενειάδα κύματι βάπτων,
στῆθος ἐφαπλώσας ποταμηίδος ὑψόθεν ὄχθης,
οἰγομένοις στομάτεσσιν ἀνείρυσεν ἰκμάδα Βάκχου·
10
πρηνὴς δʼ ἄλλος ἔην πελάσας στόμα γείτονι πηγῇ,
καὶ διερὰς δαπέδῳ ψαμαθώδεϊ χεῖρας ἐρείσας
χείλεσι διψαλέοισιν ἐδέχνυτο δίψιον ὕδωρ·
ἄλλοι δʼ ὀστρακόεντι μέθην ἀρύοντο κυπέλλῳ,
πυθμένα κουφίζοντες ἐαγότος ἀμφιφορῆος·
15
καὶ πολὺς ἑσμὸς ἔπινεν ἐρευθιόωντι ῥεέθρῳ
κισσυβίῳ προχέων ποταμηίδος ὄγκον ἐέρσης,
μηλονόμων ἄγραυλον ἔχων δέπας. ἀντιβίων δὲ
οἶνον ἐρευγομένων πολυχανδέος ἀνθερεῶνος
ὄμμασι δερκομένοισιν ἐδιπλώθησαν ἐρίπναι,
20
καὶ βλεφάροις δοκέεσκον ἰδεῖν διδυμόζυγον ὕδωρ.
καὶ προχοὴ κελάρυζε φιλακρήτου ποταμοῖο
ξανθὸν ἀναβλύζουσα μέθης ῥόον· ἡδυπότου δὲ
οἰνάδος ἠρεύγοντο ῥοὰς εὐώδεες ὄχθαι.
δυσμενέας δʼ ἐμέθυσσε χάλις ῥόος. ἔνθά τις ἀνὴρ
25
Ἰνδὸς ἀμερσινόοιο μέθης δεδονημένος οἴστρῳ
εἰς ἀγέλην ἤιξε, καὶ εὐπετάλῳ παρὰ λόχμῃ
ταῦρον ἀπειλητῆρα μετήγαγε δέσμιον ἕλκων,
διχθαδίων κεράων κεχαραγμένον ἄκρον ἐρύσσας
τολμηραῖς παλάμαις, διδυμάονος οἷα κεραίης
30
ταυροφυῆ Διόνυσον ὑπὸ ζυγὰ δούλια σύρων·
ἄλλος ἔχων δασπλῆτα σιδηρείης γένυν ἅρπης
αἰγὸς ὀρεσσινόμοιο διέθρισεν ἀνθερεῶνα,
θηγαλέῳ δρεπάνῳ δεδαϊγμένον, οἷά τε δειρὴν
Πανὸς ἐυκραίροιο ταμὼν γαμψώνυχι χαλκῷ·
35
ἄλλος ἀπηλοίησε βοῶν κεραελκέα φύτλην,
οἷά περ ἀμώων Σατύρων ταυρώπιδα μορφήν,
ὃς δὲ τανυκραίρων ἐλάφων ἐδίωκε γενέθλην
στικτῆς εἰσορόων πολυδαίδαλον εἶδος ὀπωπῆς,