Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 14

 
μειλιχίου κήρυκας ἀτιμάζων Διονύσου. 320
 
οἱ δὲ παλιννόστοιο ποδὸς δειδήμονι ταρσῷ
 
φύξιον ἴχνος ἔκαμψαν ἐγερσιμόθῳ Διονύσῳ.
 
καὶ στρατὸν ὥπλισε Βάκχος ἐς ἀντιπόρων στίχας Ἰνδῶν.
 
οὐδὲ λάθε ζοφόεντα Κελαινέα θῆλυς Ἐνυώ,
 
ἀλλὰ θορὼν ἀκίχητος ὅλον στρατὸν ὥπλισεν Ἰνδῶν· 325
 
καὶ θρασὺς Ἀστράεις, μενεδήιον οἶστρον ἀέξων,
 
Ἀστακίδος κελάδοντα περὶ ῥόον ἵστατο λίμνης,
 
δέγμενος ἀμπελόεντος ἐπηλυσίην Διονύσου.
 
ἀλλʼ ὅτε δὴ διδύμης στρατιῆς ἑτερόζυγι λαῷ
 
ἀμφοτέρων στίχα πᾶσαν ἐκόσμεον ἡγεμονῆες, 330
 
κλαγγῇ μὲν ζοφόεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί,
 
Θρηικίοις γεράνοισιν ἐοικότες, εὖτε φυγοῦσαι
 
χειμερίην μάστιγα καὶ ἠερίου χύσιν ὄμβρου
 
Πυγμαίων ἀγεληδὸν ἐπαΐσσουσι καρήνοις
 
Τηθύος ἀμφὶ ῥέεθρα, καὶ ὀξυόεντι γενείῳ 335
 
οὐτιδανῆς ὀλέκουσι λιποσθενὲς αἷμα γενέθλης,
 
ἱπτάμεναι νεφεληδὸν ὑπὲρ κέρας Ὠκεανοῖο·
 
εἰς ἐνοπὴν δʼ ἑτέρωθεν ἐβακχεύοντο μαχηταί,
 
ἀκλινέες θεράποντες ἐγερσιμόθου Διονύσου·
 
Βασσαρίδων δὲ φάλαγγες ἐπέρρεον· ἀγρομένων δὲ 340
 
ἡ μὲν ἐχιδναίῳ κεφαλὴν ἐζώσατο δεσμῷ,
 
ἡ δὲ διεσφήκωσε κόμην εὐώδεϊ κισσῷ,
 
ἄλλη χαλκοφόρῳ παλάμην ἐκορύσσετο θύρσῳ
 
οἰστρομανής, ἑτέρη δὲ κατʼ αὐχένος ἄμμορα δεσμῶν
 
μηκεδανῆς μεθέηκε καθειμένα βόστρυχα χαίτης, 345
 
Μαιναλὶς ἀκρήδεμνος, ἐπʼ ἀμφοτέρων δέ οἱ ὤμων
 
ἀπλεκέας πλοκαμῖδας ἀνερρίπιζεν ἀήτης·
 
ἄλλη ῥόπτρα τίνασσε συνήορα δίζυγι χαλκῷ
 
πλοχμοὺς εἱλικόεντας ἐπαιθύσσουσα καρήνῳ·
 
ἄλλη δʼ ἐν παλάμῃσι, κατάσχετος ἅλματι λύσσης, 350
 
ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ,
 
χερσὶ περικροτέουσα βαρύβρομα νῶτα βοείης·
 
καὶ πέλεν ἔγχεα θύρσα, καλυπτομένη δὲ πετήλοις
 
δούρατος ἀμπελόεντος ἔην χαλκήλατος αἰχμή·
 
ἡ δὲ δαφοινήεντος ἐφιμείρουσα κυδοιμοῦ 355
 
ὠμοβόρων ἔζευξεν ἐπʼ αὐχένι δεσμὰ δρακόντων·
 
ἄλλη ποικιλόνωτον ἐπὶ στέρνοιο καλύπτρην
 
πορδαλίων, ἑτέρη δὲ κατὰ χροὸς οἶα χιτῶνα
 
στικτὰ φιλοσκοπέλων ἐνεδύσατο δέρματα νεβρῶν,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi