Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 14

 
παιδογόνων προχέων φιλοτήσιον ὄμβρον ἀρότρων· 200
 
γαῖα δὲ δεξαμένη γαμίην Κρονίωνος ἐέρσην
 
ἀλλοφυῆ κερόεσσαν ἀνηκόντιζε γενέθλην.
 
τοῖσι κορυσσομένοισι συνέδραμον εἰν ἑνὶ Βάκχαι,
 
αἱ μὲν Μῃονίης ἀπὸ ῥωγάδος, αἱ δὲ κολώνης
 
ἠλιβάτων ἤιξαν ὑπὲρ Σιπύλοιο καρήνων. 205
 
νύμφαι δʼ ἑλκεχίτωνες Ὀρειάδες ἄρσενι θυμῷ
 
λυσσάδες ἐρρώοντο σὺν εὐθύρσοισι μαχηταῖς,
 
αἵ τε παλιννόστων ἐτέων πολυδινέι νύσσῃ
 
μηκεδανὸν ζώεσκον ἐπὶ χρόνον, αἱ μὲν ἐρίπναις
 
γείτονες οἰονόμων ἐπιμηλίδες, αἱ δὲ λιποῦσαι 210
 
ἄλσεα δενδρήεντα καὶ ἀγριάδος ῥάχιν ὕλης,
 
συμφυέες Μελίαι δρυὸς ἥλικος· αἳ τότε πᾶσαι
 
εἰς μόθον ἠπείγοντο συνήλυδες, αἱ μὲν ἑλοῦσαι
 
τύμπανα χαλκεόνωτα, Κυβηλίδος ὄργανα Ῥείης,
 
αἱ δὲ κατηρεφέες πλοκάμους ἑλικώδεϊ κισσῷ, 215
 
ἄλλαι ἐμιτρώθησαν ἐχιδναίοισι κορύμβοις·
 
χειρὶ δὲ θύρσον ἄειρον ἀκαχμένον, αἷς τότε Λυδαὶ
 
μαινάδες ὡμάρτησαν ἀταρβέες εἰς μόθον Ἰνδῶν·
 
ὧν τότε Βασσαρίδες θιασώδεες ἴδμονι τέχνῃ
 
κρείσσονες ἠπείγοντο Διωνύσοιο τιθῆναι, 220
 
αἴγλη Καλλιχόρη τε καὶ Εὐπετάλη καὶ Ἰώνη
 
καὶ Καλύκη γελόωσα Βρύουσά τε, σύννομος Ὥραις,
 
Σειλήνη τε Ῥόδη τε καὶ Ὠκυνόη καὶ Ἐρευθὼ
 
Ἀκρήτη τε Μέθη τε, καὶ ἕσπετο σύννομος Ἅρπῃ
 
Οἰνάνθη ῥοδόεσσα καὶ ἀργυρόπεζα Λυκάστη, 225
 
Στησιχόρη Προθόη τε· φιλομμειδὴς δὲ γεραιὴ
 
οἰνοβαρὴς Τρυγίη πυμάτη κεκόρυστο καὶ αὐτή.
 
κεκριμένον μὲν ἕκαστος ἑὸν στρατὸν ἤγαγε Βάκχῳ,
 
πάντων δʼ ἡγεμόνευε πυρίβρομος Εἰραφιώτης
 
ἀστράπτων ἀρίδηλος· ἐς ὑσμίνην δὲ χορεύων 230
 
οὐ σάκος, οὐ δόρυ θοῦρον ἐκούφισεν, οὐ ξίφος ὤμῳ,
 
οὐ κυνέην ἐπέθηκεν ἀκερσικόμοισιν ἐθείραις,
 
χάλκεον ἀρραγέος κεφαλῆς σκέπας, ἀλλὰ καρήνου
 
ἄπλοκον ἐσφήκωσε δρακοντείῳ τρίχα δεσμῷ,
 
κράασι κυκλώσας βλοσυρὸν στέφος· ἀντὶ δὲ τυκτῆς 235
 
δαιδαλέης κνημῖδος ἕως ἐπιγουνίδος ἄκρης
 
ἄργυφα πορφυρέοις ἐπεθήκατο ταρσὰ κοθόρνοις,
 
νεβρίδα λαχνήεσσαν ἐπὶ στέρνοιο καθάψας,
 
στικτὸν ἔχων θώρηκα, τύπον κεχαραγμένον ἄστρων·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi