Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 14

 
δαιδαλέης ἐλάφοιο περισφίγξασα καλύπτρην· 360
 
ἄλλη σκύμνον ἔχουσα δασυστέρνοιο λεαίνης
 
ἀνδρομέῳ γλαγόεντι νόθῳ πιστώσατο μαζῷ·
 
καί τις ὄφιν τριέλικτον ἀπήμονι δήσατο κόλπῳ
 
ἐνδόμυχον ζωστῆρα, κεχηνότα γείτονι μηρῷ,
 
μείλιχα συρίζοντα, φιλακρήτοιό τε κούρης 365
 
ὑπναλέης ἄγρυπνον ὀπιπευτῆρα κορείης·
 
ἄλλη ταρσὰ φέρουσα κατʼ οὔρεα γυμνὰ πεδίλων,
 
ποσσὶ βάτους πατέουσα καὶ ὀξυέθειρας ἀκάνθας,
 
θηγαλέῃ στατὸν ἴχνος ἐπεστήριξεν ἀχέρδῳ·
 
καί τις ἐπαΐξασα τανυκνήμιδι καμήλῳ 370
 
καμπύλον ἀμητῆρι διέθρισεν αὐχένα θύρσῳ,
 
καὶ τυφλοῖσι πόδεσσι περιπταίουσα κελεύθῳ
 
ἡμιφανὴς πεφόρητο, πολυγνάμπτῳ δὲ πορείῃ
 
φοιταλέης ἀκάρηνον ἐπείγετο σῶμα καμήλου,
 
καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ 375
 
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·
 
ἄλλη δʼ ἴχνος ἄγουσα βοοτρόφον εἰς ῥάχιν ὕλης
 
ἄσχετα μαινομένοιο δορῆς ἐδράξατο ταύρου,
 
καὶ βλοσυροῖς ὀνύχεσσι χαρασσομένης ἀπὸ δειρῆς
 
ταυρείην ἀτόρητον ἀπεφλοίωσε καλύπτρην· 380
 
ἄλλη δʼ ἔγκατα πάντα διήφυσεν· ἦν δὲ νοῆσαι
 
παρθένον ἀκρήδεμνον ἀσάμβαλον ὑψόθι πέτρης
 
τρηχαλέῳ πρηῶνι περισκαίρουσαν ἐρίπνης·
 
οὐ σκοπιὴν δʼ ἔφριξε δυσέμβατον, οὐ πόδα κούρης
 
ὀξυπαγὴς ἀπέδιλον ὄνυξ ἐχάραξε κολώνης. 385
 
πολλὴ δʼ ἔνθα καὶ ἔνθα παρʼ Ἀστακίδος στόμα λίμνης
 
Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ.
 
δυσμενέων δὲ φάλαγγας ἐκυκλώσαντο μαχηταὶ
 
τεύχεσιν ἀντιτύποισι, φερεσσακέος δὲ χορείης
 
ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ· 390
 
καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων,
 
οὔρεος ἄκρα κάρηνα ταμών, ἐκορύσσετο Ληνεύς,
 
πέμπων ὀκριόεσσαν ἐπʼ ἀντιβίοισιν ἀκωκήν·
 
Βάκχη δʼ ἀμφαλάλαζε, καὶ ἀμπελόεσσαν ἀκωκὴν
 
Βασσαρὶς ἠκόντιζε, μελαρρίνου δὲ γενέθλης 395
 
ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.
 
καὶ φονίῳ θρασὺν ἄνδρα διατμήγουσα κορύμβῳ
 
Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
 
κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi