Kitap 14
εἰς δέκατον δὲ τέταρτον ἔχε φρένα κεῖθι κορύσσει δαιμονίην στίχα πᾶσαν ἐς Ἰνδικὸν Ἄρεα Ῥείη.
Ῥείη δʼ ὠκυπέδιλος, ὀρεσσαύλῳ παρὰ φάτνῃ
αὐχένα λαχνήεντα περισφίγξασα λεόντων,
σύνδρομον ᾐώρησεν ὑπηνέμιον σφυρὸν αὔραις
ἠερίους κενεῶνας ἐρετμώσασα πεδίλῳ·
θεσπεσίας δὲ φάλαγγας ἀολλίζουσα Λυαίῳ
5
ὡς πτερὸν ἠὲ νόημα διέστιχεν ἕδρανα κόσμου
εἰς Νότον, εἰς Βορέην, εἰς Ἕσπερον, εἰς κλίσιν Ἠοῦς·
καὶ δρυσὶ καὶ ποταμοῖσι μίαν ξυνώσατο φωνὴν
Νηιάδας καλέουσα καὶ Ἁδρυάδας στίχας ὕλης.
δαιμονίη δʼ ἀίουσα γονὴ Κυβεληίδος ἠχοῦς,
10
πάντοθεν ἠγερέθοντο. καὶ ὑψόθεν εἰς χθόνα Λυδῶν
ἀπλανὲς ἴχνος ἄγουσα μετάρσιος ἵκετο Ῥείη·
καὶ νυχίην παλίνορσος ἐκούφισε μύστιδα πεύκην
Μυγδόνι θερμαίνουσα τὸ δεύτερον ἠέρα πυρσῷ.
ἀλλὰ μετὰ βροτέην προμάχων ἡρωίδα φύτλην
15
καὶ στρατιὴν ζαθέην με διδάξατε, Φοιβάδες αὖραι.
πρῶτα μὲν ἐκ Λήμνοιο πυριγλώχινος ἐρίπνης
φήμη ἀελλήεσσα Σάμου παρὰ μύστιδι πεύκῃ
υἱέας Ἡφαίστοιο δύω θώρηξε Καβείρους,
οὔνομα μητρὸς ἔχοντας ὁμόγνιον, οὓς πάρος ἄμφω
20
οὐρανίῳ χαλκῆι τέκε Θρήισσα Καβειρώ·
Ἄλκων Εὐρυμέδων τε, δαήμονες ἐσχαρεῶνος.
καὶ βλοσυροὶ Κρήτηθεν ἀολλίζοντο μαχηταὶ
δάκτυλοι Ἰδαῖοι, κραναῆς ναετῆρες ἐρίπνης,
Γηγενέες Κορύβαντες ὁμήλυδες, ὧν ποτε Ῥείῃ
25
ἐκ χθονὸς αὐτοτέλεστος ἀνεβλάστησε γενέθλη·
οἳ βρέφος ἀρτιλόχευτον ἀεξιτόκῳ παρὰ πέτρῃ
Ζῆνα φερεσσακέεσσιν ἐμιτρώσαντο χορείαις,
κῶμον ἀνακρούοντες ὀρίκτυπον ἠπεροπῆα,
ἠέρα βακχεύοντες· ἀρασσομένοιο δὲ χαλκοῦ
30
ἀγχινεφὴς Κρονίοισιν ἐπέβρεμεν οὔασιν ἠχὼ
κουροσύνην Κρονίωνος ὑποκλέπτουσα βοείαις·
καὶ πρόμος ἡγεμόνευε χοροπλεκέων Κορυβάντων
Πύρριχος Ἰδαῖός τε σακέσπαλος, οἷς ἅμα βαίνων
Κνώσσιος αἰόλα φῦλα παρώνυμος ὥπλισε Κύρβας.
35
καὶ φθονεροὶ Τελχῖνες ἐπήλυδες εἰς μόθον Ἰνδῶν
ἐκ βυθίου κενεῶνος ἀολλίζοντο θαλάσσης·
καὶ δολιχῇ παλάμῃ δονέων περιμήκετον αἰχμὴν
ἦλθε Λύκος, καὶ Σκέλμις ἐφέσπετο Δαμναμενῆι