Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 13

 
Ζηνὸς ἀλεξικάκοιο φέρων φυσίζοον αὔρην, 280
 
οὐδὲ σιδηροχίτων δεδοκημένος ἀστέρος αἴγλην
 
Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο
 
ἐννύχιον πρήυνε, τὸν εἰσέτι διψαλέον πῦρ
 
θερμὸν ἀκοντίζοντα διʼ αἰθέρος αἴθοπι λαιμῷ
 
ἄσθμασι λεπταλέοισι καταψύχουσι ἀῆται· 285
 
ἀλλʼ ἔτι Παρρασίης πέδον ᾤκεεν. ἐρχομένῳ δὲ
 
λαὸς ἐθωρήχθη βαλανηφάγος Ἀρκὰς ἀλήτης,
 
οἵ τʼ εἶχον Λασιῶνα καὶ ἄλσεα καλὰ Λυκαίου
 
καὶ κραναὴν Στύμφηλον, ἀειδομένην τε πολίχνην
 
Ῥίπην καὶ Στρατίην καὶ Μαντινέην καὶ Ἐνίσπην 290
 
Παρρασίην τʼ εὔδενδρον, ὅπῃ πέδον ἐστὶ θεαίνης
 
ἀστιβὲς ἀρχεγόνοιο λεχώιον εἰσέτι Ῥείης,
 
καὶ δάπεδον Φενεοῖο καὶ ὀρχηθμοῖο τοκῆα,
 
Ὀρχομενὸν πολύμηλον, ἐδέθλιον Ἀπιδανήων,
 
οἵ τʼ ἔχον Ἀρκαδίην πόλιν Ἀρκάδος, ὅν ποτε μήτηρ 295
 
Καλλιστὼ Διὶ τίκτε, πατὴρ δέ μιν εἰς πόλον ἄστρων
 
στηρίξας ἐκάλεσσε χαλαζήεντα Βοώτην·
 
τόσσον Ἀρισταῖος στρατὸν ὥπλισεν Ἀρκάδι λόγχῃ
 
ἀνδράσι μαρναμένοις νομάδας κύνας εἰς μόθον ἕλκων,
 
τόν ποτε Κυρήνη, κεμαδοσσόος Ἄρτεμις ἄλλη, 300
 
Φοιβείῃ φιλότητι λεοντοφόνος τέκε νύμφη,
 
ὁππότε μιν Λιβύῃ ψαμαθώδεϊ καλὸς Ἀπόλλων
 
ἤγαγε νυμφοκόμῳ μετανάστιον ἅρπαγι δίφρῳ.
 
καί μιν ἐπισπεύδοντα λιπὼν μαντώδεα δάφνην
 
αὐτὸς ἑαῖς παλάμῃσι πατὴρ θώρηξεν Ἀπόλλων· 305
 
παιδὶ δὲ τόξον ἔδωκε, καὶ ἥρμοσε χειρὶ βοείην
 
δαιδαλέην, γλαφυρὴν δὲ καθιεμένην διὰ νώτου
 
ὠμαδίῳ τελαμῶνι κατεκλήισσε φαρέτρην.
 
τῷ δʼ ἐπὶ Σικελίηθεν ἑκηβόλος ἦλθεν Ἀχάτης,
 
καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται, 310
 
Κιλλυρίων τʼ Ἐλύμων τε πολὺς στρατός, οἵ τε Παλίκων
 
ἕδρανον ἀμφενέμοντο, καὶ οἵ Κατάνην πάρα λίμνην
 
γείτονα Σειρήνων πόλιν ᾤκεον, ἃς Ἀχελῴῳ
 
Τερψιχόρη ῥοδόεσσα βοοκραίρων ἀπὸ λέκτρων
 
τίκτεν ἀελλήεντι συναπτομένη παρακοίτῃ· 315
 
οἵ τʼ εἶχον Καμάριναν, ὅπῃ κελάδοντι ῥεέθρῳ
 
Ἵππαρις ἀστήρικτος ἐρεύγεται ἀγκύλον ὕδωρ,
 
Ὕβλης θʼ ἱερὸν ἄστυ, καὶ οἳ σχεδὸν ᾤκεον Αἴτνης,
 
ἧχι πυρὸς κρητῆρες ἀναπτομένης ἀπὸ πέτρης

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi