Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 13

 
τοῖσι μὲν ἐρχομένοισιν Ἑώιον εἰς κλίμα γαίης 80
 
Ἀκταίων πρόμος ἦεν, ἐπʼ ἠιθέοιο δὲ νίκῃ
 
πατροπάτωρ δαφναῖος ἐπέπταρε μάντις Ἀπόλλων
 
Βοιωτῶν δʼ ἑτέροιο προηγεμόνευεν ὁμίλου
 
εὐχαίτης Ὑμέναιος ἔχων ἀχάρακτον ὑπήνην,
 
ἀρτιθαλής Βρομίῳ πεφιλημένος· ἐρχομένῳ δὲ 85
 
κούρῳ παιδοκόμος πολιὸς πρόμος οὔνομα Φοῖνιξ,
 
εἵπετο, Λαοκόωντι πανείκελος, ὃς πάρος Ἀργοῦς,
 
νηὸς Ἰησονίης, ἐπιβήμενος εἰς χθόνα Κόλχων
 
σύμπλοος ὡμάρτησε κορυσσομένῳ Μελεάγρῳ.
 
τοῖος ἐὼν ἔτι κοῦρος, ἔχων παιδήιον ἥβην, 90
 
ἁβροκόμης Ὑμέναιος ἐδύσατο φύλοπιν Ἰνδῶν,
 
δινεύων ἑκάτερθε παρηίδος ἥλικα χαίτην·
 
καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται,
 
οἵ τʼ Ἀσπληδόνος ἄστυ, καὶ ὃν Χάρις οὔ ποτε λείπει
 
Ὀρχομενὸν Μινύαο, χοροίτυπον ἄλσος Ἐρώτων, 95
 
οἵ θʼ Ὑρίην ἐνέμοντο, θεηδόχον οὖδας ἀρούρης,
 
ξεινοδόκου μεθέπουσαν ἐπωνυμίην Ὑριῆος,
 
ἧχι Γίγας ἀπέλεθρος ἀπειρογάμων ἀπὸ λέκτρων
 
Ὠρίων τριπάτωρ ἀπὸ μητέρος ἄνθορε Γαίης,
 
εὖτε θεῶν τριγόνοισιν ἀεξηθεῖσα γενέθλαις 100
 
εἰς τόκον αὐτοτέλεστον ἐμορφώθη χύσις οὔρων,
 
αὔλακα νυμφεύσασα τελεσσιγόνοιο βοείης,
 
καὶ χθονὸς ἄσπορον υἷα λαγὼν μαιώσατο Γαίης,
 
οἵ τʼ ἔχον ἀγρομένων ξεινηδόκον οὖδας Ἀχαιῶν,
 
Αὐλίδα πετρήεσσαν, ἐδέθλιον ἰοχεαίρης, 105
 
ἧχι θεὰ βαρύμηνις ὀρεσσαύλῳ παρὰ βωμῷ
 
δέκτο θυηπολίην ψευδήμονος Ἰφιγενείης,
 
καὶ κεμὰς οὐρεσίφοιτος ἀμεμφέι καίετο πυρσῷ
 
ἁρπαμένης νόθον εἶδος ἀληθέος Ἰφιγενείης,
 
ἣν Ὀδυσεὺς ἐκόμισσε δολοπλόκος ὡς Ἀχιλῆος 110
 
ἐσσομένην πρὸ μόθοιο παρευνέτιν, ἔνθεν ἀκούει
 
Αὐλὶς ἀνυμφεύτοιο γαμοστόλος Ἰφιγενείης,
 
ὁλκάσι δʼ Ἀργείων ἐπεσύρισε πομπὸς ἀήτης
 
ἄψοφα μαστίζων ἐχενηίδος ἄκρα γαλήνης,
 
νεβροφόνῳ βασιλῆι φέρων παλινάγρετον αὔρην, 115
 
κούρη δʼ ὀψὲ μολοῦσα μετάρσιος εἰς χθόνα Ταύρων
 
φρικτὰ κακοξείνων ἐδιδάσκετο θεσμὰ λεβήτων,
 
ἀνέρα δαιτρεύουσα, καὶ ἀνδροφόνῳ παρὰ βωμῷ
 
γνωτὸν ἁλιπτοίητον ἀνεζώγρησεν Ὀρέστην.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi