Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 13

 
μητροπάτωρ σφαιρηδὸν ἑῷ βητάρμονι ταρσῷ 360
 
οὐρανὸν ἀμφελέλιζε Λίβυς κυρτούμενος Ἄτλας,
 
καὶ μέλος ἁρμονίης ἐμελίζετο γείτονι φωνῇ·
 
καὶ ζυγίης φιλότητος ἑῆς μνημήια νύμφης
 
δῶκε ποδῶν ἐπίβαθρα Λιβυστίδι Κάδμος ἀρούρῃ,
 
δωμήσας πολίων ἑκατοντάδα, δῶκε δʼ ἑκάστῃ 365
 
δύσβατα λαϊνέοις ὑψούμενα τείχεα πύργοις.
 
κείνου μνῆστιν ἔχοντες ἐπεστρατόωντο μαχηταὶ
 
μαρναμένου βρομίοιο προασπιστῆρες Ἐνυοῦς,
 
τικτομένης ναίοντες ἐδέθλια γείτονα Μήνης
 
καὶ Διὸς Ἀσβύσταο μεσημβρίζοντας ἐναύλους, 370
 
μαντιπόλου κερόεντος, ὅπῃ ποτὲ πολλάκις Ἄμμων
 
ἀρνειοῦ τριέλικτον ἔχων ἴνδαλμα κεραίης
 
ὀμφαίοις στομάτεσσιν ἐθέσπισεν Ἑσπέριος Ζεύς·
 
οἵ τε ῥόον Χρεμέταο καὶ οἳ παρὰ Κίνυφος ὕδωρ
 
ᾤκεον ἀζαλέης ψαμαθώδεα πέζαν ἀρούρης, 375
 
Αὐσχῖσαι Βάκαλές τε συνήλυδες, οὓς πλέον ἄλλων
 
Ἄρεϊ τερπομένους Ζεφυρήιος ἔτρεφεν ἀγκών.
 
τόσσος λαὸς ἔην ἑκατόμπολις· ἐρχομένης δὲ
 
πληθύος ἡγεμόνευε Κραταιγόνος, ὅν ποτε κούρη
 
Ἀγχιρόη Χρεμέταο παρὰ πλαταμῶνα τοκῆος 380
 
Ψύλλου κουφονόοιο μινυνθαδίῃ τέκεν εὐνῇ
 
νυμφίον ἀγκὰς ἔχουσα θεημάχον, οὗ ποτε καρποὺς
 
ἄσθματι διψαλέῳ Νότος ἔφλεγε θερμὸς ἀήτης·
 
αὐτὰρ ὁ θωρήσσων κορυθαιόλον Ἄρεα νηῶν
 
ναύμαχον ἑσμὸν ἄγειρεν, ὅπως ποινήτορι θεσμῷ 385
 
ἠερίοις ἀνέμοισιν ἀναστήσειεν Ἐνυώ,
 
ἱέμενος κτεῖναι φλογερὸν Νότον· ἄγχι δὲ νήσου
 
Αἰολίης στόλος ἦλθε σακέσπαλος, ἀλλὰ μανέντος
 
ἀνδρὸς ἀκοντιστῆρες ἀελλήεντι κυδοιμῷ
 
ὁλκάδα μαστίζοντες ἐθωρήχθησαν ἀῆται, 390
 
συμφερτὴν δονέοντες ἀρηγόνα σύμπνοον αὔρην,
 
καὶ στρατιὴν καὶ Ψύλλον ἐτυμβεύσαντο θαλάσσῃ.
 
Θρηικίης δὲ Σάμοιο συνέρρεον ἀσπιδιῶται,
 
κοίρανος οὓς προΐαλλε βαθυσμήριγγος ὑπήνης,
 
Ἠμαθίων βαρύγουνος, ἔχων χιονώδεα χαίτην, 395
 
Τιτήνων μελέεσσιν ἐοικότας, οἵ τʼ ἔχον ἄμφω,
 
ἀγχίαλον Μύρμηκα καὶ ἀνθεμόεντα Σαώκην,
 
καὶ χθόνα Τευμερίοιο καὶ εὐλείμωνος ἀρούρης
 
ἄλσεα Φησιάδαο κατάσκια δενδράδι λόχμῃ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi