Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 13

 
ἐν τρισκαιδεκάτῳ στρατιὴν νήριθμον ἐνίψω καὶ προμάχους ἥρωας ἀγειρομένους Διονύσῳ.
 
Ζεὺς δὲ πατὴρ προέηκεν ἐς αὔλια θέσκελα Ῥείης
 
Ἶριν ἀπαγγέλλουσαν ἐγερσιμόθῳ Διονύσῳ,
 
ὄφρα δίκης ἀδίδακτον ὑπερφιάλων γένος Ἰνδῶν
 
Ἀσίδος ἐξελάσειεν ἑῷ ποινήτορι θύρσῳ,
 
ναύμαχον ἀμήσας ποταμήιον υἷα κεράστην, 5
 
Δηριάδην βασιλῆα, καὶ ἔθνεα πάντα διδάξῃ
 
ὄργια νυκτιχόρευτα καὶ οἴνοπα καρπὸν ὀπώρης.
 
ἡ μὲν ἐρεσσομένων πτερύγων ἀνεμώδεϊ ῥιπῇ
 
δυσαμένη κελάδοντα λεοντοκόμου μυχὸν ἄντρου
 
ἄψοφον ἴχνος ἔπηξεν, ἀφωνήτῳ δὲ σιωπῇ 10
 
σφιγξαμένη στόμα δοῦλον ὀρειάδος ἐγγὺς ἀνάσσης
 
ἵστατο κυρτωθεῖσα, καθελκομένου δὲ καρήνου
 
χείλεσιν ἱκεσίοισι πόδας προσπτύξατο Ῥείης.
 
καὶ τὴν μὲν Κορύβαντες ἀμειδέι νεύματι Ῥείης
 
θεσπεσίης ἀρέσαντο παρὰ κρητῆρι τραπέζης· 15
 
θαμβαλέη δὲ πιοῦσα νεηγενέος χύσιν οἴνου
 
τέρπετο βακχευθεῖσα· καρηβαρέουσα δὲ δαίμων
 
παιδὶ Διὸς παρεόντι Διὸς μυκήσατο βουλήν·
 
Ἀλκήεις Διόνυσε, τεὸς γενέτης σε κελεύει
 
εὐσεβίης ἀδίδακτον ἀιστῶσαι γένος Ἰνδῶν· 20
 
ἀλλὰ τεαῖς παλάμῃσι μαχήμονα θύρσον ἀείρων
 
αἰθέρος ἄξια ῥέξον, ἐπεὶ Διὸς ἄμβροτος αὐλὴ
 
οὔ σε πόνων ἀπάνευθε δεδέξεται, οὐδέ σοι Ὧραι
 
μή πω ἀεθλεύσαντι πύλας πετάσωσιν Ὀλύμπου·
 
Ἑρμείας μόγις ἦλθεν ἐς οὐρανόν, ὁππότε ῥάβδῳ 25
 
ὄμμασιν ἀστράπτοντα ποδῶν ἄπο μέχρι κομάων
 
βουκόλον Ἄργον ἔπεφνε, καὶ Ἄρεα λύσατο δεσμῶν·
 
Δελφύνην δʼ ἐδάμασσε καὶ αἰθέρα ναῖεν Ἀπόλλων·
 
οὐδὲ τεὸς γενέτης, μακάρων πρόμος, ὑψιμέδων Ζεὺς
 
νόσφι πόνων ἀνέβαινεν ἐς οὐρανόν, ὄρχαμος ἄστρων, 30
 
εἰ μὴ πρῶτον ἔδησεν ἀπειλητῆρας Ὀλύμπου
 
Ταρταρίῳ Τιτῆνας ὑποκρύψας κενεῶνι.
 
καὶ σὺ μετʼ Ἀπόλλωνα, μεθʼ Ἑρμάωνα, μογήσας
 
μισθὸν ἔχεις καμάτων πατρώιον αἰθέρα ναίειν.
 
ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη θεός· αἶψα δὲ Ῥείη 35
 
παμμήτωρ προέηκεν ἀγέστρατον ἀγγελιώτην
 
Πύρριχον, ὀρχηστῆρα φιλοσμαράγοιο βοείης,
 
φύλοπιν ἀγγέλλοντα κορυσσομένοιο Λυαίου.
 
καὶ στρατιὴν πολύμορφον ἀολλίζων Διονύσῳ
1 / 15 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi