Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 12

 
παιδὸς Ἀμυκλαίοιο τεὸς νέος εὖχος ἐλέγξει· 160
 
εἰ δὲ πόλις κείνοιο μαχήμονα χαλκὸν ἀείρει,
 
καὶ σέθεν ἠιθέοιο φεραυγέα πατρὶς ἀέξει
 
ὑγρὸν ἐρευθομένης ποταμηίδος ὄμβρον ἐέρσης,
 
χρυσῷ ὅλη κομόωσα, καὶ οὐ χαίρουσα σιδήρῳ·
 
εἰ ποταμοῦ κελάδοντος ἀγάλλεται ἀμφὶ ῥεέθρῳ, 165
 
φέρτερον Εὐρώταο πέλει Πακτώλιον ὕδωρ.
 
Ἄμπελε, πένθος ὄπασσας ἀπενθήτῳ Διονύσῳ,
 
ὄφρα μελιρραθάμιγγος ἀεξομένου σέθεν οἴνου
 
τερπωλὴν ὀπάσειας ὅλῳ τετράζυγι κόσμῳ
 
καὶ σπονδὴν μακάρεσσι καὶ εὐφροσύνην Διονύσῳ· 170
 
Βάκχος ἄναξ δάκρυσε, βροτῶν ἵνα δάκρυα λύσῃ.
 
ὣς φαμένη γνωτῇσι συνέμπορος ἔστιχε δαίμων.
 
καὶ κινυρῷ μέγα θάμβος ἐφαίνετο μάρτυρι Βάκχῳ·
 
καὶ γὰρ ἀναΐξας ἐρόεις νέκυς ὡς ὄφις ἕρπων
 
ἄμπελος αὐτοτέλεστος ἑὴν ἠλλάξατο μορφήν, 175
 
καὶ πέλε νήδυμον ἄνθος· ἀμειβομένοιο δὲ νεκροῦ
 
γαστὴρ θάμνος ἔην περιμήκετος, ἄκρα δὲ χειρῶν
 
ἀκρεμόνες βλάστησαν, ἐνερρίζωντο δὲ ταρσοί,
 
βόστρυχα βότρυες ἦσαν, ἐμορφώθη δὲ καὶ αὐτὴ
 
νεβρὶς ἀεξομένης πολυδαίδαλον ἄνθος ὀπώρης, 180
 
ἀμπελόεις δὲ κόρυμβος ἔην δολιχόσκιος αὐχήν,
 
ἰσοφυὴς δʼ ἀγκῶνι τιταίνετο καμπύλος ὄρπηξ
 
οἰδαίνων σταφυλῇσιν, ἀμειβομένου δὲ καρήνου
 
γναμπτῆς κυρτὰ κόρυμβα τύπον μιμεῖτο κεραίης.
 
κεῖθι φυτῶν στίχες ἦσαν ἀπείρονες· αὐτοτελὴς δὲ 185
 
ὄρχατος ἀμπελόεις χλοεροὺς ὄρπηκας ἑλίσσων
 
οἴνοπι γείτονα δένδρα νέῳ μιτρώσατο καρπῷ.
 
καὶ νέον ἔπλετο θάμβος, ἐπεὶ τότε κοῦρος ἀθύρων,
 
εἰς φυτὸν ὑψιπέτηλον ἑὸν πόδα λοξὸν ἑλίσσων,
 
κισσὸς ἀερσιπότητος ἑὴν δενδρώσατο μορφήν, 190
 
καὶ πέλεν ἀγκύλον ἔρνος ἐπώνυμον, ἀρτιφυῆ δὲ
 
ὄρχατον ἡμερίδων σκολιῷ μιτρώσατο δεσμῷ.
 
καὶ φιλίοις πετάλοισι κατάσκιον ἔσκεπε κόρσην,
 
καὶ πλοκάμους ἐμέθυσσε φιλακρήτων ἀπὸ φύλλων
 
κυδιόων Διόνυσος· ἀεξιφύτοιο δὲ κούρου 195
 
ἄρτι πεπαινομένης ἐδρέψατο καρπὸν ὀπώρης.
 
καὶ θεὸς αὐτοδίδακτος ἄτερ ποδὸς ἔκτοθι ληνοῦ,
 
βότρυν ἐπισφίγγων παλάμης βεβριθότι καρπῷ,
 
χερσὶ περιπλεκέσσι μέθης ὠδῖνα πιέζων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi