Kitap 11
οὔ πώ μοι, φίλε κοῦρε, τεὸν στόμα κάλλιπε Πειθώ,
280
ἀλλὰ σέθεν φθιμένοιο καὶ ἄπνοα χείλεα ναίει·
καὶ νέκυός περ ἐόντος ἔτι στίλβουσι παρειαί,
ὀφθαλμοὶ γελόωσι καὶ εἰσέτι, διχθαδίης δὲ
εἰσέτι σῆς παλάμης χιονώδεές εἰσιν ἀγοστοί,
σοὺς δʼ ἐρατοὺς πλοκάμους λιγυροὶ δονέουσιν ἀῆται·
285
οὐ ῥόδα σῶν μελέων θανατηφόρος ἔσβεσεν ὥρη,
ἀλλʼ ἔτι σοι τάδε πάντα φυλάσσεται. ὤμοι Ἐρώτων,
τί χρέος ἦν, ἵνα ταῦρον ἀμείλιχον ἡνιοχεύσῃς;
εἴ σε διεπτοίησεν ἀελλοπόδων πόθος ἵππων,
τίπτέ μοι οὐκ ἀγόρευες, ὅπως ἀπὸ γείτονος Ἴδης
290
ἐνθάδε δίφρον ἄγοιμι, καὶ ἀρχαίης ἀπὸ φύτλης
Τρώιον εἰς σὲ κόμιζον ἐπουρανίων γένος ἵππων
πατρίδα συλήσας Γανυμήδεος, ὃν τρέφεν Ἴδη
σοὶ δέμας ἶσον ἔχοντα, τὸν ἀνδροφόνων ἀπὸ ταύρων
φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς·
295
εἰ ἐτεὸν μενέαινες ἐν οὔρεσι θῆρας ἐναίρειν,
τίπτέ μοι οὐ κατέλεξας, ὅτι χρέος ἔπλετο δίφρου;
καί κεν ἐμῆς ἤλαυνες ἀπήμονα κύκλον ἀπήνης,
καί κεν ἐμῆς ἄψαυστα δεδεγμένος ἡνία Ῥείης
μειλιχίων ἀδόνητος ἐμάστιες ἅρμα δρακόντων.
300
οὐκέτι σὺν Σατύροισιν ἐποίνιον ὕμνον ἀείδεις,
οὐκέτι Βασσαρίδεσσι φιλοκροτάλοισι κελεύεις,
οὐκέτι θηρεύοντι συναγρώσσεις Διονύσῳ.
ὤμοι, ὅτʼ οὐκ Ἀίδης πέλεν ἤπιος, οὐδʼ ἐπὶ νεκρῷ
δέχνυται ἀγλαὰ δῶρα βαθυπλούτοιο μετάλλου,
305
ἄμπελον ὄφρα θανόντα πάλιν ζώοντα τελέσσω·
ὤμοι, ὅτʼ οὐκ Ἀίδης ποτὲ πείθεται· ἢν δʼ ἐθελήσῃ,
ὄλβον ὅλον στίλβοντα χαρίζομαι Ἠριδανοῖο
δένδρεα συλήσας ποταμήια, μαρμαρέην δὲ
ἄξομαι ἀστράπτουσαν Ἐρυθραίην λίθον Ἰνδῶν
310
ἀφνειῆς τʼ Ἀλύβης ὅλον ἄργυρον, ἀντὶ δὲ νεκροῦ
παιδὸς ἐμοῦ χρύσειον ὅλον Πακτωλὸν ὀπάσσω.
ὣς εἰπὼν στενάχιζε νέκυν γλυκύν· ἐν δὲ κονίῃ
κείμενον εἰσορόων πάλιν ἴαχε πενθάδι φωνῇ·
Ζεῦ πάτερ, εἰ φιλέεις με, καὶ εἰ πόνον οἶδας ἐρώτων,
315
ἄμπελον αὐδήεντα τίθει πάλιν εἰς μίαν ὥρην,
ὑστάτιον καὶ μοῦνον ὅπως ἕνα μῦθον ἐνίψῃ·