Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 11

 
θέσκελον ἅρμα φέρεις, οὐ πόρδαλιν ἡνιοχεύεις. 120
 
δίφρα τεοῦ Βρομίοιο Μάρων λάχε, χεῖρα τιταίνων
 
θηρονόμῳ μάστιγι καὶ εὐλάιγγι χαλινῷ·
 
ποῖον ἔχεις τόδε δῶρον ἀπʼ εὐθύρσοιο Λυαίου;
 
πηκτίδα Πᾶνες ἔχουσι καὶ εὐκελάδων θρόον αὐλῶν,
 
καὶ Σατύροις πόρε κύκλον ἐρισμαράγοιο βοείης 125
 
σὸς ταμίης Διόνυσος, ὀρεστιάδες δὲ καὶ αὐταὶ
 
Βασσαρίδες ῥαχίῃσιν ἐφεδρήσσουσι λεόντων.
 
ποῖα τεῆς φιλότητος ἐπάξια δῶρα κομίζεις,
 
πορδαλίων ἐλατῆρι μάτην πεφιλημένε Βάκχῳ;
 
πολλάκι Φοιβείοιο καθήμενος ὑψόθι δίφρου 130
 
ὑψιφανὴς ἤλαυνεν Ἀτύμνιος ἠέρα τέμνων·
 
ἔκλυες αὐτὸν Ἄβαριν, ὃν εἰς δρόμον ἠεροφοίτην
 
ἱπταμένῳ πόμπευεν ἀλήμονι Φοῖβος ὀιστῷ
 
αἰετὸν ἡνιόχευεν ἐν αἰθέρι καὶ Γανυμήδης
 
Ζῆνα νόθον πτερόεντα, τεοῦ γενετῆρα Λυαίου· 135
 
ἄμπελον οὔ ποτε Βάκχος ἐκούφισεν, ὄρνις Ἐρώτων,
 
σὸν δέμας ἀδρύπτοισιν ἑοῖς ὀνύχεσσιν ἀείρων.
 
Τρώιος οἰνοχόος πέλε φέρτερος, ὅς Διὸς αὐλὴν
 
οἶκον ἔχει. σὺ δέ, κοῦρε, φέρων πόθον εἰσέτι δίφρου
 
εἰς δρόμον ἀστήρικτον ἀναίνεο πῶλον ἐλαύνειν, 140
 
ὅττι ταχυστροφάλιγγι ποδῶν δεδονημένος ὁλκῷ
 
ἵππος ἀελλήεις ἀποσείεται ἡνιοχῆα·
 
Γλαῦκον ἀπεστυφέλιξαν ἐπὶ χθόνα λυσσάδες ἵπποι,
 
καὶ ξυνῆς μεθέπων Ποσιδήιον αἷμα γενέθλης
 
ἠερόθεν προκάρηνον ἀπόσπορον ἐννοσιγαίου 145
 
Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην.
 
δεῦρό μοι εἰς ἀγέλην, λιγυηχέες ἧχι νομῆες
 
καὶ βόες ἱμερόεντες, ἐφεδρήσσοντα δὲ ταύρῳ
 
ὑψιφανῆ τελέσω σε βοοσσόον ἡνιοχῆα·
 
σὸς γὰρ ἄναξ πολὺ μᾶλλον ἐπαινήσει σε δοκεύων, 150
 
ταυροφυὴς Διόνυσος, ἐφήμενον ἰξύι ταύρου.
 
νόσφι φόβου δρόμος οὗτος, ἐπεὶ καὶ θῆλυς ἐοῦσα
 
παρθένος Εὐρώπη βοέων ἐπεβήσατο νώτων,
 
χερσὶ κέρας κρατέουσα καὶ οὐ χατέουσα χαλινοῦ.
 
ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων. 155
 
καί τις ἀπὸ σκοπέλοιο κατέδραμε ταῦρος ἀλήτης
 
ἀπροϊδής, καὶ γλῶσσαν, ἑῆς ἐπιμάρτυρα, δίψης,
 
χείλεσιν οἰγομένοισι προΐσχανεν ἀνθερεῶνος,
 
καὶ πίεν· ἀμφὶ δὲ κοῦρον, ἅ περ παρεόντα νομῆα,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi