Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 10

 
καὶ Σατύρῳ παίζοντι συνέπλεκε χεῖρα χορεύων, 240
 
δόχμιον ἐκ ταρσοῖο μετήλυδα ταρσὸν ἀμείβων,
 
Βάκχος ὀπιπεύων φθονερῇ δεδόνητο μερίμνῃ.
 
εἴ ποτε Σειληνοῖσιν ὁμίλεεν, εἴ τινι κούρῳ
 
ἥλικι θηρητῆρι συνέτρεχεν εἰς δρόμον ἄγρης,
 
ζηλήμων Διόνυσος ἐρήτυε, μή τις ὀιστῷ 245
 
βλήμενος ἰσοτύπῳ φρενοθελγέι λάτρις Ἐρώτων
 
παιδὸς ἐλαφρονόοιο παραπλάγξειε μενοινήν,
 
καὶ νέον ἱμερόεντα μεταστήσειε Λυαίου,
 
ἀρτιθαλὴς ἅτε κοῦρος ὁμόχρονον ἥλικα τέρπων.
 
ἀλλʼ ὅτε θύρσον ἄειρε καταντία λυσσάδος ἄρκτου 250
 
ἢ βριαρῷ νάρθηκα κατηκόντιζε λεαίνης,
 
εἰς δύσιν ὄμμα τίταινε ἐς ἠέρα λοξὰ δοκεύων,
 
μὴ Ζεφύρου πνεύσειε πάλιν θανατηφόρος αὔρη,
 
ὡς πάρος ἡβητῆρα κατέκτανε πικρὸς ἀήτης
 
δίσκον ἀκοντιστῆρα καταστρέψας Ὑακίνθου· 255
 
δείδιε, μὴ Κρονίδης ἐρασίπτερος ὄρνις Ἐρώτων
 
ἀπροΐδὴς ἀκίχητος ὑπὲρ Τμώλοιο φανείη
 
φειδομένοις ὀνύχεσσιν ἐς ἠέρα παῖδα κομίζων,
 
Τρώιον οἷά τε κοῦρον ἑῶν δρηστῆρα κυπέλλων·
 
ἔτρεμε καὶ δυσέρωτα κυβερνητῆρα θαλάσσης, 260
 
μὴ μετὰ Τανταλίδην χρυσέων ἐπιβήτορα δίφρων
 
εἰς δρόμον ἠερόφοιτον ἄγων πτερόεσσαν ἀπήνην
 
ἄμπελον ἁρπάξειεν ἐρωμανέων ἐνοσίχθων.
 
καὶ γλυκὺν εἶχεν ὄνειρον ὀνειροτόκων ἐπὶ λέκτρων,
 
καὶ φιλίους ὀάριζε νέῳ ψευδήμονι μύθους 265
 
μιμηλῆς ὁρόων σκιοειδέα φάσματα μορφῆς.
 
εἰ δέ τί οἱ δύσμορφον ἐπήρατος εἶχεν ὀπωπή,
 
ἱμερόεν πέλε τοῦτο ποθοβλήτῳ Διονύσῳ,
 
φίλτερον ἡβητῆρος ὅλου χροός· εἰ δέ οἱ ἄκρη
 
συμφερτὴ κεχάλαστο διʼ ἰξύος ὄρθιος οὐρή, 270
 
καὶ μέλιτος γλυκεροῖο μελιχροτέρη πέλε Βάκχῳ·
 
καὶ πλόκαμοι ῥυπόωντες ἀκηδέστοιο καρήνου
 
αὐτοὶ μᾶλλον ἔτερπον ἐρωμανέοντος ὀπωπήν.
 
ἤματι μὲν κεχάρητο συνέμπορος· ἄχνυτο δʼ αἰεὶ
 
νυκτὸς ἐπερχομένης, ὅτε μηκέτι παιδὸς ἀκούων 275
 
οὔασι θελγομένοισιν ἐθήμονα δέχνυτο φωνήν,
 
Ῥείης ὀβριμόπαιδος ἐνὶ σπήεσσιν ἰαύων.
 
καί μιν ἰδὼν Σατύρων τις ἐθέλγετο θέσπιδι μορφῇ,
 
καὶ κρυφίην ἐρόεσσαν ὑποκλέπτων φάτο φωνήν·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi