Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 10

 
ὣς φαμένη τρομεροῖσιν ὑπʼ ἴχνεσιν ἥλατο πόντῳ 120
 
κραιπνὰ κυβιστήσασα σὺν υἱέι· Λευκοθέην δὲ
 
πεπταμέναις παλάμῃσιν ἐδέξατο κυανοχαίτης
 
δαίμοσιν ὑγροπόροισιν ὁμέστιον· ἔνθεν ἀρήγει
 
ναύταις πλαζομένοισι, καὶ ἔπλετο ποντιὰς Ἰνὼ
 
Νηρεῒς ἀφλοίσβοιο κυβερνήτειρα γαλήνης. 125
 
τὴν μὲν ἄναξ Κρονίδης ἐπεδείκνυε μητρὶ Λυαίου,
 
ὅττι χάριν Βρομίοιο θεὰ πέλεν· ἡ δὲ χαρεῖσα
 
γνωτῇ ποντοπόρῳ φιλοκέρτομον ἴαχε φωνήν·
 
Ἰνώ, πόντον ἔχεις, Σεμέλη λάχε κύκλον Ὀλύμπου·
 
εἶξον ἐμοί· Κρονίδην γὰρ ἐμῆς ἀροτῆρα γενέθλης 130
 
ἀθάνατον πόσιν ἔσχον, ἐμῆς ὠδῖνα λοχείης
 
ἀντʼ ἐμέθεν τίκτοντα, σὺ δὲ χθονίῳ παρακοίτῃ
 
νυμφεύθης Ἀθάμαντι, τεῆς ὀλετῆρι γενέθλης.
 
σὸς πάις ἔλλαχε πόντον, ἐμὸς τόκος αἰθέρα ναίειν
 
ἵξεται εἰς Διὸς οἶκον ὑπέρτερον· οὐ γὰρ ἐίσκω 135
 
οὐράνιον Διόνυσον ὑποβρυχίῳ Μελικέρτῃ.
 
τοῖα μὲν αἰθερίη Σεμέλη μυκήσατο νύμφη
 
γνωτῆς κερτομέουσα θαλασσονόμου βίον Ἰνοῦς.
 
τόφρα δὲ καὶ Διόνυσος ὑπὸ κλίμα Λυδὸν ἀρούρης,
 
εὔια δινεύων Κυβεληίδος ὄργανα Ῥείης, 140
 
ἤνθεε μῆκος ἔχων, ὅσον ἤθελεν· ὑψιπόρου δὲ
 
φεύγων Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην
 
ἥσυχα παφλάζοντι δέμας φαίδρυνε λοετρῷ
 
Μῃονίου ποταμοῖο, χαριζόμενος δὲ Λυαίῳ
 
Πακτωλὸς κελάρυζε, χέων χρυσόσπορον ὕδωρ 145
 
πορφυρέαις ψαμάθοισι, βαθυπλούτων δὲ μετάλλων
 
ἀφνειῷ κεκύλιστο βυθῷ χρυσούμενος ἰχθύς·
 
καὶ Σάτυροι παίζοντες, ἐν ἠέρι ταρσὰ μεθέντες,
 
εἰς ποταμὸν προχέοντο κυβιστητῆρι καρήνῳ,
 
ὧν ὁ μὲν αὐτοφόρητος ἐνήχετο χερσὶν ἐρέσσων, 150
 
πρηνὴς δʼ ἐν ῥοθίοισι καὶ οἴδμασιν ἴχνος ἐρείσας
 
ποσσὶν ὀπισθοτόνοισι ῥυηφενὲς ἔσχισεν ὕδωρ·
 
καί τις ὑποβρυχίων κατεδύσατο βένθος ἐναύλων
 
νειόθι μαστεύων νεπόδων ἑτερόχροον ἄγρην,
 
τυφλὴν νηχομένοισιν ἐπʼ ἰχθύσι χεῖρα τιταίνων, 155
 
καὶ βυθὸν αὖτις ἔλειπε, καὶ ἰχθύας ὤρεγε Βάκχῳ
 
ἰλύι φοινίσσοντας ἐχεκτεάνου ποταμοῖο After this verse Marcellus places 164-168, so that Seilenos comes at the end.·
 
συμπλέγδην δὲ πόδεσσιν ἀρηρότα ταρσὰ συνάπτων
 
κυφὸς ἐριδμαίνων Σατύρῳ Σειληνὸς ἀλήτης

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi