Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 1

 
μαρμαρυγὴν φύξηλιν ἀλωομένοιο κεραυνοῦ. 320
 
ὄφρα μὲν εἰν Ἀρίμοις ἐπεφοίτεε Κάδμος ἀλήτης,
 
τόφρα δὲ Δικταίης ὑπὲρ ᾐόνος ὑγροπόρος βοῦς
 
ἐκ λοφιῆς ἀδίαντον ἑῆς ἀπεθήκατο κούρην.
 
καὶ Κρονίδην ὁρόωσα πόθῳ δεδονημένον Ἥρη
 
ζηλομανὴς γελόωντι χόλῳ ξυνώσατο φωνήν· 325
 
Φοῖβε, τεῷ γενετῆρι παρίστασο, μή τις ἀροτρεὺς
 
Ζῆνα λαβὼν ἐρύσειεν ἐς ἐννοσίγαιον ἐχέτλην.
 
αἴθε λαβὼν ἐρύσειεν, ὅπως Διὶ τοῦτο βοήσω·
 
τέτλαθι διπλόα κέντρα καὶ ἀγρονόμων καὶ Ἐρώτων.
 
ὡς Νόμιος, κλυτότοξε, τεὸν ποίμαινε τοκῆα, 330
 
μὴ Κρονίδην ζεύξειε βοῶν ἐλάτειρα Σελήνη,
 
μὴ λέχος Ἐνδυμίωνος ἰδεῖν σπεύδουσα νομῆος
 
Ζηνὸς ὑποστίξειεν ἀφειδέι νῶτον ἱμάσθλῃ.
 
Ζεῦ ἄνα, πόρτις ἐοῦσα κερασφόρος ἤμβροτεν Ἰώ,
 
ὅττί σε μή ποτε τοῖον ἴδεν πόσιν, ὄφρα λοχεύσῃ 335
 
ἰσοφυῆ τινα ταῦρον ὁμοκραίρῳ παρακοίτῃ.
 
Ἑρμείαν πεφύλαξο βοοκλόπον ἠθάδι τέχνῃ,
 
μή σε λαβὼν ἅτε ταῦρον ἑὸν κλέψειε τοκῆα,
 
καὶ κιθάρην ὀπάσειε τεῷ πάλιν υἱέι Φοίβῳ
 
ἅρπαγος ἁρπαμένου κειμήλιον. ἀλλὰ τί ῥέξω; 340
 
ὤφελεν ἀγρύπνοισιν ὅλον δέμας ὄμμασι λάμπων
 
Αργος ἔτι ζώειν, ἵνα δύσβατον εἰς νομὸν ἕλκων
 
πλευρὰ Διὸς πλήξειε καλαύροπι βουκόλος Ἥρης.
 
ἡ μὲν ἔφη· Κρονίδης δὲ λιπὼν ταυρώπιδα μορφὴν
 
εἴκελος ἠιθέῳ περιδέδρομεν ἄζυγα κούρην· 345
 
καὶ μελέων ἔψαυσεν, ἀπὸ στέρνοιο δὲ νύμφης
 
μίτρην πρῶτον ἔλυσε περίτροχον, ὡς ἀέκων δὲ
 
οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ,
 
καὶ κύσε χείλεος ἄκρον, ἀναπτύξας δὲ σιωπῇ
 
ἁγνὸν ἀνυμφεύτου πεφυλαγμένον ἅμμα κορείης 350
 
ὄμφακα Κυπριδίων ἐδρέψατο καρπὸν Ἐρώτων.
 
καὶ διδύμῃ σφριγόωσα γονῇ κυμαίνετο γαστήρ·
 
καὶ ζαθέης ὠδῖνος ἑὴν ἐγκύμονα νύμφην
 
κάλλιπεν Ἀστερίωνι, βαθυπλούτῳ παρακοίτῃ,
 
Ζεὺς πόσις· ἀντέλλων δὲ παρὰ σφυρόν Ἡνιοχῆος 355
 
νυμφίος ἀστερόεις ἀμαρύσσετο Ταῦρος Ὀλύμπου,
 
εἰαρινῷ Φαέθοντι φιλόδροσα νῶτα φυλάσσων,
 
ὀκλαδὸν ἀντέλλων ἐπικάρσιος· ἡμιβαφὴς δὲ
 
δεξιὸν Ὠρίωνι πόδα προβλῆτα τιταίνων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi