Kitap 1
πῆχυν ἐχιδνήεντα περισκαίρων Ὀφιούχου,
200
καὶ στεφάνῳ στέφος ἄλλο περιπλέξας Ἀριάδνης,
αὐχένα κυρτώσας, ἐλελίζετο γαστέρος ὁλκῷ.
καὶ Ζεφύρου ζωστῆρα καὶ ἀντιπόρου πτερὸν Εὔρου
αἰθύσσων πολύπηχυς ἐπεστρωφᾶτο Τυφωεὺς
νύσσαν ἐς ἀμφοτέρην, μετὰ Φωσφόρον Ἕσπερον ἕλκων
205
καὶ λόφον Ἀτλάντειον. ἐνὶ βρυόεντι δὲ κόλπῳ
πολλάκι συμμάρψας Ποσιδήιον ἅρμα θαλάσσης
εἰς χθόνα βυσσόθεν εἷλκεν· ἁλιβρέκτων δὲ κομάων
αὖ ἐρύσας στατὸν ἵππον ὑποβρυχίης παρὰ φάτνης
οὐρανίην ἔρριψεν ἐς ἄντυγα πῶλον ἀλήτην
210
αἰχμάζων ἐς Ὄλυμπον· ἱμασσομένοιο δὲ δίφρου
ἠελίου χρεμέτιζον ὑπὸ ζυγὰ κυκλάδες ἵπποι·
πολλάκι δʼ ἀγραύλοιο πεπαυμένον ἱστοβοῆος
ταῦρον ἀπειλητῆρι μεμυκότα πήχεϊ σείων
ἰσοφυὲς μίμημα κατηκόντιζε Σελήνης,
215
καὶ δρόμον ἐστήριξεν· ἀνακρούσας δὲ χαλινῷ
ταύρων λευκὰ λέπαδνα κατερροίζησε θεαίνης,
λοίγιον ἰοβόλοιο χέων συριγμὸν ἐχίδνης.
οὐδὲ κορυσσομένῳ Τιτηνιὰς εἴκαθε Μήνη·
μαρναμένη δὲ Γίγαντος ὁμοκραίροισι καρήνοις
220
ταυρείης ἐχάραξε φαεσφόρα κύκλα κεραίης·
καὶ βόες αἰγλήεντες ἐμυκήσαντο Σελήνης
χάσμα Τυφαονίοιο τεθηπότες ἀνθερεῶνος.
ἀστραίας δὲ φάλαγγας ἀταρβέες ὥπλισαν Ὧραι.
καὶ στίχες οὐρανίων Ἑλίκων νωμήτορι κύκλῳ
225
εἰς ἐνοπὴν σελάγιζον· ἐπερροίζησε δὲ πυρσῷ
αἰθέρα βακχεύων στρατὸς αἰόλος, οἵ τε Βορῆα,
καὶ Λιβὸς ἕσπερα νῶτα, καὶ οἳ λάχον ἄντυγας Εὔρου,
καὶ Νοτίους ἀγκῶνας· ὁμοζήλῳ δὲ κυδοιμῷ
ἀπλανέων ἀτίνακτος ἀπεπλάγχθη χορὸς ἄστρων,
230
ἀντιπόρους δʼ ἐκίχησαν ἀλήμονας· ἔβρεμε δʼ ἠχῇ
οὐρανίῳ κενεῶνι πεπαρμένος ὄρθιος ἄξων
μεσσοπαγής· ὁρόων δὲ κυνοσσόος ἔθνεα θηρῶν
Ὠρίων ξίφος εἷλκε, κορυσσομένου δὲ φορῆος
φαιδρὰ Ταναγραίης ἀμαρύσσετο νῶτα μαχαίρης·
235
καὶ σέλας αἰθύσσων πυριθαλπέος ἀνθερεῶνος
δίψιος ἀστερόεντι κύων ἐπεπάφλασε λαιμῷ
πέμπων θερμὸν ὕλαγμα, καὶ ἠθάδος ἀντὶ λαγωοῦ
θηρσὶ Τυφαονίῃσιν ἀνήρυγεν ἀτμὸν ὀδόντων.