Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 1

 
καὶ βοέας σπειρηδὸν ἐμιτρώσαντο κεραίας 160
 
οὐραίαις ἑλίκεσσι, τανυγλώσσων δὲ γενείων
 
ἰὸν ἀκοντιστῆρα συῶν ἐπεμίγνυον ἀφρῷ.
 
ἔντεα δὲ Κρονίδαο τιθεὶς ὑπὸ φωλάδα πέτρην
 
ἠλιβάτων ἐτίταινεν ἐς αἰθέρα λήια χειρῶν·
 
εὐπαλάμῳ δὲ φάλαγγι περὶ σφυρὸν ἄκρον Ὀλύμπου 165
 
τῇ μὲν ἐπισφίγγων Κυνοσουρίδα, τῇ δὲ πιέζων
 
ἄξονι κεκλιμένης λοφίην ἀνεσείρασεν Ἄρκτου
 
Παρρασίης, ἑτέρῃ δὲ λαβὼν ἀνέκοψε Βοώτην,
 
ἄλλῃ Φωσφόρον εἷλκε, μάτην δʼ ὑπὸ κυκλάδι νύσσῃ
 
πρώιος αἰθερίης ἐπεσύρισεν ἦχος ἱμάσθλης· 170
 
εἴρυσεν ἠριγένειαν, ἐρυκομένοιο δὲ Ταύρου
 
ἄχρονος ἡμιτέλεστος ἐλώφεεν ἱππότις Ὥρη·
 
καὶ σκιεροῖς πλοκάμοισιν ἐχιδνοκόμων κεφαλάων
 
ἀχλύι φέγγος ἔην κεκερασμένον, ἠματίη δὲ
 
ἠελίῳ σελάγιζε συναντέλλουσα Σελήνη. 175
 
οὐδὲ Γίγας ἀπέληγε· παλιννόστῳ δὲ πορείῃ
 
εἰς Νότον ἐκ Βορέαο, λιπὼν πόλον εἰς πόλον ἔστη·
 
καὶ δολιχῇ παλάμῃ δεδραγμένος Ἡνιοχῆος
 
νῶτα χαλαζήεντος ἐμάστιεν Αἰγοκερῆος,
 
καὶ διδύμους ἐπὶ πόντον ἀπʼ αἰθέρος Ἰχθύας ἕλκων 180
 
κριὸν ἀνεστυφέλιξε, μεσόμφαλον ἄστρον Ὀλύμπου,
 
γείτονος εἰαρινοῖο πυραυγέος ὑψόθι κύκλου
 
ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχλῃ.
 
ὁλκαίοις δὲ πόδεσσιν ἀνῃώρητο Τυφωεὺς
 
ἀγχινεφής· πετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν 185
 
αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην
 
αἰθύσσων ὀφίων σκολιὸν στρατόν· ὧν ὁ μὲν αὐτῶν
 
ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου,
 
οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθῃ
 
Ἄρεα συρίζων· ὁ δὲ Κηφέος ἐγγύθι κούρης 190
 
ἀστραίαις παλάμῃσιν ἰσόζυγα κύκλον ἑλίξας
 
δέσμιον Ἀνδρομέδην ἑτέρῳ σφηκώσατο δεσμῷ
 
λοξὸς ὑπὸ σπείρῃσιν· ὁ δὲ γλωχῖνι κεραίης
 
ἰσοτύπου ταύροιο δράκων κυκλοῦτο κεράστης,
 
οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου 195
 
ἀντιτύπους Ὑάδας, κεραῆς ἴνδαλμα Σελήνης,
 
οἰγομέναις γενύεσσιν· ὁμοπλεκέων δὲ δρακόντων
 
ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην·
 
καὶ θρασὺς ἄλλος ὄρουσεν, ἰδὼν Ὄφιν ἄλλον Ὀλύμπου,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi