Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 1

 
ἁρμονίης ἤκουε, καὶ οὐ γίνωσκε Τυφωεύς. 520
 
θελγομένῳ δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν
 
ἀθανάτων ἅτε φύζαν ἑῇ σύριγγι λιγαίνων,
 
καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην
 
ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων·
 
καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρῳ 525
 
ἁβρὸς ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρῃ,
 
καὶ πῇ μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου,
 
πῇ δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης
 
δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρῃ
 
σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει 530
 
αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῇ
 
θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπήν,
 
οὐ δὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὥς ὅ γε Κάδμῳ
 
θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.
← Önceki 14 / 14

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi