Kitap 1
πέμπε μέλος δονακῶδες, ἐγὼ βρονταῖον ἀράσσω·
440
πνεύματι μὲν σφριγόωσαν ἔχων προβλῆτα παρειὴν
φυσιάᾳς στομάτεσσιν, ἱμασσόμενοι δὲ Βορῆος
ἄσθματι φυσητῆρος ἐμοὶ βρομέουσι κεραυνοί.
βουκόλε, μισθὸν ἔχοις σέο πηκτίδος· οὐράνιον γὰρ
ἀντὶ Διὸς σκηπτοῦχος ὅτε θρόνον ἡνιοχεύσω,
445
ἑσπόμενον μετὰ γαῖαν ἐς αἰθέρα καὶ σὲ κομίσσω
αὐτῇ ὁμοῦ σύριγγι καί, ἢν ἐθέλῃς, ἅμα ποίμνῃ·
οὐδὲ τεῆς ἀγέλης νοσφίσσεαι· ἰσοτύπου γὰρ
στηρίξω σέθεν αἶγας ὑπὲρ ῥάχιν Αἰγοκερῆος
ἢ σχεδὸν Ἡνιοχῆος, ὃς Ὠλενίην ἐν Ὀλύμπῳ
450
πήχεϊ μαρμαίροντι σελασφόρον Αἶγα τιταίνει·
στήσω δʼ ὀμβροτόκοιο παρὰ πλατὺν αὐχένα Ταύρου
σοὺς βόας ἀστερόεντας ἐπαντέλλοντας Ὀλύμπῳ,
ἢ δροσερὴν παρὰ νύσσαν, ὅπῃ ζωθαλπέι λαιμῷ
ἠνεμόεν μύκημα βόες πέμπουσι Σελήνης.
455
οὐδὲ τεῆς καλύβης ὀλίγης χρέος· ἀντὶ δὲ λόχμης
αἰθερίαις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη.
καὶ φάτνης ἑτέρης τελέσω τύπον, ὄφρα καὶ αὐτὴ
ἰσοφυὴς λάμψειεν Ὄνων παρὰ γείτονι Φάτνῃ.
ἔσσο καὶ ἀστερόεις μετὰ βουκόλον, ἧχι Βοώτης
460
φαίνεται, ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων
ἔσσο Λυκαονίης ἐλατὴρ Ἀρκτῷος Ἁμάξης.
οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν,
σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου.
μολπῆς δʼ ἄξια δῶρα παρʼ ἀστεροφεγγέι κύκλῳ
465
στηρίξω σέθεν ὄψιν Ὀλύμπιον, ἡδυμελῆ δὲ
οὐρανίῃ Φόρμιγγι τεὴν σύριγγα συνάψω.
σοὶ γάμον, ἢν ἐθέλῃς, δωρήσομαι ἁγνὸν Ἀθήνης·
εἰ δέ σοι οὐ γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ
ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης·
470
μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης.
εἰ δʼ ἔλαχες πλήξιππον ἀδελφεὸν ἴδμονα δίφρου,
ἔμπυρον Ἠελίου τετράζυγον ἅρμα δεχέσθω·
εἰ δὲ Διὸς ποθέεις, ὡς αἰπόλος, αἰγίδα πάλλειν,
δώσω σοι τόδε δῶρον. ἐγὼ δʼ ἐς Ὄλυμπον ὁδεύσω
475
οὐκ ἀλέγων Κρονίωνος ἀτευχέος· οὐτιδανὴ γὰρ
ἔντεσι θῆλυς ἐοῦσα τί μοι ῥέξειεν Ἀθήνη;
ἀλλὰ Τυφαονίην ἀναβάλλεο, βουκόλε, νίκην,
γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου