Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 1

 
εἰ πέλεν ἐκ σέο πάντα, βίου φιλοτήσιε ποιμήν, 400
 
ἓν βέλος ἄλλο τάνυσσον, ἵνα ξύμπαντα σαώσῃς·
 
ὡς πυρόεις, Τυφῶνι κορύσσεο, πυρσοφόροι δὲ
 
ἐκ σέο νοστήσωσιν ἐμὴν ἐπὶ χεῖρα κεραυνοί.
 
πανδαμάτωρ, ἕνα βάλλε τεῷ πυρί, θελγόμενον δὲ
 
σὸν βέλος ἀγρεύσειε, τὸν οὐ νίκησε Κρονίων· 405
 
Καδμείης δʼ ἐχέτω φρενοθελγέος οἶστρον ἀοιδῆς
 
ὅσσον ἐγὼ πόθον ἔσχου ἐς Εὐρώπης ὑμεναίους.
 
ὣς εἰπὼν κερόεντι πανείκελος ἔσσυτο ταύρῳ,
 
ἔνθεν ὄρος πέλε Ταῦρος ἐπώνυμον. ὀξὺ δὲ τείνων
 
Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ, 410
 
κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης·
 
καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος,
 
πέμπε Τυφαονίῃσι δολοπλόκον ὕμνον ἀκουαῖς
 
οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων.
 
ἔνθα Γίγας φιλάοιδος ἐχιδναίῳ ποδὸς ὁλκῷ 415
 
ἄνθορεν εἰσαΐων δόλιον μέλος· ἔνδοθι δʼ ἄντρου
 
ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίῃ
 
τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν
 
ἑσπόμενος μελέεσσιν· ἰδὼν δέ μιν ἐγγύθι λόχμης
 
Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρῃ. 420
 
ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας
 
νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς,
 
καὶ δόλον οὐ γίνωσκε λιγύθροον· ἀντιτύπῳ δὲ
 
ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου
 
ἀγνώσσων· μεσάτῳ δὲ δαφοινήεντι προσώπῳ 425
 
ἀνδρομέῳ γελόων κενεαυχέα ῥήξατο φωνήν·
 
Αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις;
 
καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν,
 
καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῇσιν ἀείρειν·
 
τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῷ; 430
 
πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς
 
ὄργανον αὐτοβόητον Ὀλύμπιον· ἑζόμενος δὲ
 
χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς
 
πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς·
 
σῶν δʼ ὀλίγων δονάκων ἐχέτω κτύπον· οὐτιδανοὺς γὰρ 435
 
οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω,
 
ἀλλὰ κυλινδομένας νεφέλας νεφέλῃσι συνάπτων
 
οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω.
 
στήσω δʼ, ἢν ἐθέλῃς, φιλίην ἔριν· ἀλλά σὺ μέλπων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi