Thesauros Edebiyat Destan Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου Tryphiodorus
Kitaplar
Kitap 1

Kitap 1

 
οἱ δὲ θοοὺς οὐρῆας ὑποζεύξαντες ἀπήναις
 
ἐκ πόλιος κατέβαινον ἅμα Πριάμῳ βασιλῆι
 
ἄλλοι δημογέροντες· ἐλαφρότατοι δʼ ἐγένοντο
 
θαλπόμενοι περὶ παισίν, ὅσους λίπε φοίνιος Ἄρης,
 
ὀσσόμενοι καὶ γῆρας ἐλεύθερον· οὐ μὲν ἔμελλον 245
 
γηθήσειν ἐπὶ δηρόν, ἐπεὶ Διὸς ἤθελε βουλή.
 
οἱ δʼ ὅτε τεχνήεντος ἴδον δέμας αἰόλον ἵππου,
 
θαύμασαν ἀμφιχυθέντες, ἅτʼ ἠχήεντες ἰδόντες
 
αἰετὸν ἀλκήεντα περικλάζουσι κολοιοί.
 
τοῖσι δὲ τετρηχυῖα καὶ ἄκριτος ἔμπεσε βουλή· 250
 
οἱ μὲν γὰρ πολέμῳ βαρυπενθέι κεκμηῶτες,
 
ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν,
 
ἤθελον ἢ δολιχοῖσιν ἐπὶ κρημνοῖσιν ἀράξαι
 
ἠὲ καὶ ἀμφιτόμοισι διαρρῆξαι πελέκεσσιν·
 
οἱ δὲ νεοξέστοιο πεποιθότες ἔργμασι τέχνης 255
 
ἀθανάτοις ἐκέλευον ἀρήιον ἵππον ἀνάψαι,
 
ὕστερον Ἀργείοιο μόθου σημήιον εἶναι.
 
φραζομένοις δʼ ἐπὶ τοῖσι παναίολα γυῖα κομίζων
 
γυμνὸς ὑπὲρ πεδίοιο φάνη κεκακωμένος ἀνήρ·
 
αἵματι δὲ σμώδιγγες ἀεικέϊ βεβριθυῖαι 260
 
ἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων.
 
αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς
 
ἱκεσίαις παλάμῃσι παλαιῶν ἥψατο γούνων,
 
λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον·
 
ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μʼ ἐλεαίρεις, 265
 
Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις,
 
Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν—
 
οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντες
 
οὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί·
 
ὣς μέν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο, 270
 
ὣς δὲ Φιλοκτήτην ἔλιπον πεπεδημένον ὕδρῳ,
 
ἔκτειναν δὲ καὶ αὐτὸν ἀγασσάμενοι Παλαμήδην.
 
καὶ νῦν οἷά μʼ ἔρεξαν ἀτάσθαλοι, οὕνεκα φεύγειν
 
οὐκ ἔθελον σὺν τοῖσι, μένειν δʼ ἐκέλευον ἑταίρους·
 
οἱ δὲ νοοπλήγεσσιν ἀτασθαλίῃσι δαμέντες 275
 
εἵματα μέν μʼ ἀπέδυσαν, ἀεικελίῃσι δʼ ἱμάσθλαις
 
πᾶν δέμας οὐτήσαντες ἐπὶ ξείνῃ λίπον ἀκτῇ.
 
ἀλλά, μάκαρ, πεφύλαξο Διὸς σέβας ἱκεσίοιο·
 
χάρμα γὰρ Ἀργείοισι γενήσομαι, εἴ κεν ἐάσῃς
 
χερσὶν ὕπο Τρώων ἱκέτην καὶ ξεῖνον ὀλέσθαι. 280

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi