Thesauros Edebiyat Destan Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου Tryphiodorus
Kitaplar
Kitap 1

Kitap 1

 
χερσὶ μὲν ἀνδρομέῃσιν, ἀτὰρ βουλῇσιν Ἀθήνης.
 
ὑμεῖς δʼ, οἵτε μάλιστα πεποίθατε κάρτεϊ χειρῶν,
 
πρόφρονες ἀλκήεντι νόῳ καὶ τλήμονι θυμῷ
 
σπέσθε μοι· οὐ γὰρ ἔοικε πολὺν χρόνον ἐνθάδʼ ἐόντας
 
μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας, 125
 
ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαι
 
ἢ θανάτῳ βροτόεντι κακοκλεὲς αἶσχος ἀλύξαι.
 
ἡμῖν θαλπωραὶ προφερέστεραι ἤπερ ἐκείνοις,
 
εἰ μήπω στρουθοῖο καὶ ἀρχαίοιο δράκοντος
 
καὶ καλῆς πλατάνοιο καὶ ὠκυμόροις ἐπὶ τέκνοις 130
 
μητέρος ἑλκομένης ἁπαλῶν τʼ ἐλάθεσθε νεοσσῶν.
 
εἰ δὲ θεοπροπίῃσι γέρων ἀνεβάλλετο Κάλχας,
 
ἀλλὰ καὶ ὣς Ἑλένοιο μετήλυδος ὀμφητῆρος
 
μαντοσύναι καλέουσιν ἑτοιμοτάτην ἐπὶ νίκην.
 
τούνεκά μοι πείθεσθε, καὶ ἱππείην ἐπὶ νηδὺν 135
 
θαρσαλέοι σπεύδωμεν, ὅπως αὐτάγρετον ἄλγος
 
Τρῶες ἀταρβήτοιο θεῆς ἀπατήνορα τέχνην
 
Ἴλιον εἰσανάγωσιν ἑὸν κακὸν ἀμφαγαπῶντες.
 
οἱ δʼ ἄλλοι πρυμναῖα μεθίετε πείσματα νηῶν
 
πῦρ ἴδιον πλεκτῇσιν ἐνὶ κλισίῃσι βαλόντες· 140
 
Ἰλιάδος δὲ λιπόντες ἐρημαίην χθονὸς ἀκτὴν
 
πλώετε πασσυδίῃ ψευδώνυμον οἴκαδε νόστον,
 
εἰσόκεν εὐόρμου τετανυσμένον ὲκ περιωπῆς
 
ὔμμι συναγρομένοις ἐπὶ γείτονος αἰγιαλοῖο
 
σημαίνῃ παλίνορσον ἐπὶ πλόον ἑσπέριον πῦρ. 145
 
καὶ τότε μήτε τις ὄκνος ἐπειγομένων ἐρετάων
 
γινέσθω μήτʼ ἄλλο φόβου νέφος, οἷά τε νύκτες
 
ἀνθρώποισι φέρουσιν ἐλαφροῦ δείματα θυμοῦ.
 
ἔστω δὲ προτέρης ἀρετῆς ἐμφύλιος αἰδώς,
 
μηδέ τις αἰσχύνειεν ἑὸν κλέος, ὥς κεν ἕκαστος 150
 
ἄξιον ὧν ἐμόγησε λάβῃ γέρας ἱπποσυνάων.
 
ὣς φάμενος βουλῆς ἐξήρχετο· τοῖο δὲ μύθοις
 
πρῶτος ἐφωμάρτησε Νεοπτόλεμος θεοειδής,
 
πῶλος ἅτε δροσόεντος ἐπειγόμενος πεδίοιο,
 
ὅστε νεοζυγέεσσιν ἀγαλλόμενος φαλάροισιν 155
 
ἔφθασε καὶ μάστιγα καὶ ἡνιοχῆος ἀπειλήν.
 
Τυδείδης δʼ ἐπόρουσε Νεοπτολέμῳ Διομήδης
 
θαυμάζων, ὅτι τοῖος ὄην καὶ πρόσθεν Ἀχιλλεύς.
 
ἕσπετο καὶ Κυάνιππος, ὃν εὐπατέρεια Κομαιθὼ
 
Τυδηὶς θαλάμοιο μινυνθαδίοιο τυχοῦσα 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi