Thesauros Edebiyat Destan Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου Tryphiodorus
Kitaplar
Kitap 1

Kitap 1

 
ἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνος
 
ὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦ
 
Δελφὸς ἀνὴρ ἐλάσας ἱερῇ κατέπεφνε μαχαίρῃ.
 
ἡ δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων—
 
χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος—ἀθρήσασα 645
 
Ἀνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα.
 
Κασσάνδρην δʼ ᾔσχυνεν Ὀιλῆος ταχὺς Αἴας
 
Παλλάδος ἀχράντοιο θεῆς ὑπὸ γοῦνα πεσοῦσαν·
 
ἡ δὲ βίην ἀνένευσε θεή, τὸ πρόσθεν ἀρηγὼν
 
ἀνθʼ ἑνὸς Ἀργείοισιν ἐχώσατο πᾶσιν Ἀθήνη. 650
 
Αἰνείαν δʼ ἔκλεψε καὶ Ἀγχίσην Ἀφροδίτη
 
οἰκτείρουσα γέροντα καὶ υἱέα, τῆλε δὲ πάτρης
 
Αὐσονίην ἀπένασσε· θεῶν δʼ ἐτελείετο βουλὴ
 
Ζηνὸς ἐπαινήσαντος, ἵνα κράτος ἄφθιτον εἴη
 
παισὶ καὶ υἱωνοῖσιν ἀρηιφίλης Ἀφροδίτης. 655
 
τέκνα δὲ καὶ γενεὴν Ἀντήνορος ἀντιθέοιο
 
Ἀτρείδης ἐφύλαξε, φιλοξείνοιο γέροντος,
 
μειλιχίης προτέρης τίνων χάριν ἠδὲ τραπέζης
 
κείνης, ᾗ μιν ἔδεκτο γυνὴ πρηεῖα Θεανώ.
 
δειλὴ Λαοδίκη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης 660
 
γαῖα περιπτύξασα κεχηνότι δέξατο κόλπῳ·
 
οὐδέ σε Θησείδης Ἀκάμας οὐδʼ ἄλλος Ἀχαιῶν
 
ἤγαγε ληιδίην, ἔθανες δʼ ἅμα πατρίδι γαίῃ.
 
πᾶσαν δʼ οὐκ ἂν ἔγωγε μόθου χύσιν ἀείσαιμι
 
κρινάμενος τὰ ἕκαστα καὶ ἄλγεα νυκτὸς ἐκείνης· 665
 
Μουσάων ὅδε μόχθος, ἐγὼ δʼ ἅπερ ἵππον ἐλάσσω
 
τέρματος ἀμφιέλισσαν ἐπιψαύουσαν ἀοιδήν.
 
ἄρτι γὰρ ἀντολίηθεν ἀπόσσυτος Ὠκεανοῖο
 
ἠρέμα λευκαίνουσα κατέγραφεν ἠέρα πολλήν,
 
νύκτα διαρρήξασα μιαιφόνον ἱππότις Ἠώς· 670
 
οἱ δʼ ἐπαγαλλόμενοι πολέμων ὑπεραυχέι νίκῃ
 
πάντοσε παπταίνεσκον ἀνὰ πτόλιν, εἴ τινες ἄλλοι
 
κλεπτόμενοι φεύγουσι φόνου πάνδημον ἀυτήν.
 
ἀλλʼ οἱ μὲν δέδμηντο λίνῳ θανάτοιο πανάγρῳ,
 
ἰχθύες ὡς ἁλίῃσιν ἐπὶ ψαμάθοισι χυθέντες, 675
 
Ἀργεῖοι δʼ ἀπὸ μὲν μεγάρων νεοτευχέα κόσμον
 
ἐξέφερον, νηῶν ἀναθήματα, πολλὰ δʼ ἐρήμων
 
ἥρπαζον θαλάμων κειμήλια· σὺν δὲ γυναῖκας
 
ληιδίας σὺν παισὶν ἄγον ποτὶ νῆας ἀνάγκῃ.
 
τείχεσι δὲ πτολίπορθον ἐπὶ φλόγα θωρήξαντες 680

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi