Thesauros Edebiyat Destan Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου Tryphiodorus
Kitaplar
Kitap 1

Kitap 1

 
πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα
 
κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δʼ ἤδη
 
πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.
 
οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης
 
ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων 445
 
ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν·
 
ἀθάνατοι δʼ ἀνένευον ἀνηνύστους ἑκατόμβας.
 
εἰλαπίνη δʼ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,
 
ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου.
 
ἀφραδίῃ τε βέβυστο, μεθημοσύνῃ τε κεχήνει 450
 
πᾶσα πόλις, πυλέων δʼ ὀλίγοις φυλάκεσσι μεμήλει·
 
ἤδη γὰρ καὶ φέγγος ἐδύετο, δαιμονίη δὲ
 
Ἴλιον αἰπεινὴν ὀλεσίπτολις ἀμφέβαλεν νύξ.
 
Ἀργείῃ δʼ Ἑλένῃ πολιὸν δέμας ἀσκήσασα
 
ἦλθε δολοφρονέουσα πολυφράδμων Ἀφροδίτη, 455
 
ἐκ δὲ καλεσσαμένη προσέφη πειθήμονι φωνῇ·
 
νύμφα φίλη, καλέει σε πόσις Μενέλαος ἀγήνωρ
 
ἵππῳ δουρατέῳ κεκαλυμμένος, ἀμφὶ δʼ Ἀχαιῶν
 
ἡγεμόνες λοχόωσι τεῶν μνηστῆρες ἀέθλων.
 
ἀλλʼ ἴθι, μηδʼ ἔτι τοι μελέτω Πριάμοιο γέροντος 460
 
μήτʼ ἄλλων Τρώων μήτʼ αὐτοῦ Δηιφόβοιο·
 
ἤδη γάρ σε δίδωμι πολυτλήτῳ Μενελάῳ.
 
ὣς φαμένη θεὸς αὖθις ἀνέδραμεν· ἡ δὲ δόλοισι
 
θελγομένη κραδίην θάλαμον λίπε κηώεντα,
 
καί οἱ Δηίφοβος πόσις εἴπετο· τὴν δὲ κιοῦσαν 465
 
Τρῳάδες ἑλκεχίτωνες ἐθηήσαντο γυναῖκες.
 
ἡ δʼ ὁπόθʼ ὑψιμέλαθρον ἐς ἱερὸν ἦλθεν Ἀθήνης,
 
ἔστη παπταίνουσα φυὴν εὐήνορος ἵππου.
 
τρὶς δὲ περιστείχουσα καὶ Ἀργείους ἐρέθουσα
 
πάσας ἠυκόμους ἀλόχους ὀνόμαζεν Ἀχαιῶν 470
 
φωνῇ λεπταλέῃ· τοὶ δʼ ἔνδοθι θυμὸν ἄμυσσον
 
ἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῇ.
 
ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,
 
κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης,
 
οὔνομα δʼ ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης, 475
 
Ἄντικλος δʼ ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,
 
μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας·
 
ἀλλʼ Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρῃς παλάμῃσιν
 
ἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι.
 
μάστακα δʼ ἀρρήκτοισιν ἀλυκτοπέδῃσι μεμαρπὼς 480

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi