Thesauros Edebiyat Destan Shield of Heracles

Shield of Heracles

Shield of Heracles Hesiod
Kitaplar
Kitap 1

Kitap 1

 
ἔνθεν δʼ αὖθʼ ἑτέρωθε νέοι κώμαζον ὑπʼ αὐλοῦ,
 
τοί γε μὲν αὖ παίζοντες ὑπʼ ὀρχηθμῷ καὶ ἀοιδῇ
 
τοί γε μὲν αὖ γελόωντες ὑπʼ αὐλητῆρι ἕκαστος
 
πρόσθʼ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε
 
ἀγλαΐαι τʼ εἶχον. τοὶ δʼ αὖ προπάροιθε πόληος 285
 
νῶθʼ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δʼ ἀροτῆρες
 
ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας
 
ἐστάλατʼ. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων
 
αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα,
 
βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν· 290
 
οἳ δʼ ἄρʼ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,
 
οἳ δʼ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες,
 
οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων
 
λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
 
βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν. 295
 
οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος
 
χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,
 
σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,
 
βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε. 300
 
οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντο
 
πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν
 
ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,
 
ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι.
 
πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳ 305
 
δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δʼ ἐπὶ δίφρων
 
ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους
 
ῥυτὰ χαλαίνοντες, τὰ δʼ ἐπικροτέοντα πέτοντο
 
ἅρματα κολλήεντʼ, ἐπὶ δὲ πλῆμναι μέγʼ ἀύτευν.
 
οἳ μὲν ἄρʼ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν 310
 
νίκη ἐπηνύσθη, ἀλλʼ ἄκριτον εἶχον ἄεθλον.
 
τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
 
χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
 
ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,
 
πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατʼ αὐτὸν 315
 
κύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶ
 
νῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο.
 
θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς
 
Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,
 
ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς 320
 
πάλλεν ἐπικρατέως· ἐπὶ δʼ ἱππείου θόρε δίφρου,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi