Kitap 1
τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.
ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα
νούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,
ὥς ῥα τότʼ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας
ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.
45
παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι
τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ
Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,
οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·
50
τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα,
δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·
τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,
τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι,
κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,
55
τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.
ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος
αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο,
τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,
60
ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι
νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει
κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων.
ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον
ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων,
65
ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε
χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·
αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου
70
λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ·
πῦρ δʼ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου
ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι
πλήν γʼ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι
75
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
ὅς ῥα τόθʼ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·
ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,
ἦ τε μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,
ἤλιτεν Ἀμφιτρύων, ὅτʼ ἐυστέφανον ποτὶ Θήβην
80