Thesauros Edebiyat Destan Shield of Heracles

Shield of Heracles

Shield of Heracles Hesiod
Kitaplar
Kitap 1

Kitap 1

 
τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ
 
οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν
 
παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα.
 
πρηνὴς δʼ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ. 365
 
ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη
 
χερσὶν ὕφʼ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.
 
ὣς ἔφατʼ· οὐδʼ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα
 
τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.
 
δὴ τότʼ ἀπʼ εὐπλεκέων δίφρων θόρον αἶψʼ ἐπὶ γαῖαν 370
 
παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος.
 
ἡνίοχοι δʼ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους·
 
τῶν δʼ ὕπο σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών.
 
ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
 
πέτραι ἀποθρῴσκωσιν, ἐπʼ ἀλλήλῃς δὲ πέσωσι, 375
 
πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲ τε πεῦκαι
 
αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέων
 
ῥίμφα κυλινδομένων, εἵως πεδίονδʼ ἀφίκωνται,
 
ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.
 
πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τʼ Ἰαωλκὸς 380
 
Ἄρνη τʼ ἠδʼ Ἑλίκη Ἄνθειά τε ποιήεσσα
 
φωνῇ ὕπʼ ἀμφοτέρων μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ
 
θεσπεσίῳ σύνισαν· μέγα δʼ ἔκτυπε μητίετα Ζεύς.
 
κὰδ δʼ ἄρʼ ἀπʼ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,
 
σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί. 385
 
οἷος δʼ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι
 
κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι
 
ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα
 
δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι
 
λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον, 390
 
ὀρθὰς δʼ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν·
 
τῷ ἴκελος Διὸς υἱὸς ἀφʼ ἱππείου θόρε δίφρου.
 
ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ
 
ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν
 
ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση, 395
 
καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν
 
ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,
 
τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι
 
τούς τε θέρει σπείρουσιν, ὅτʼ ὄμφακες αἰόλλονται,
 
οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος· 400
 
τὴν ὥρην μάρναντο, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi