Thesauros Edebiyat Destan Works and Days

Works and Days

Works and Days Hesiod
Kitaplar
Kitap 1

Kitap 1

 
αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—
 
τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται
 
ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,
 
οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
 
ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπʼ αἶαν, 125
 
πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—,
 
δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν
 
ἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες,
 
χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.
 
ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ 130
 
ἐτρέφετʼ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ.
 
ἀλλʼ ὅτʼ ἄρʼ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,
 
παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγεʼ ἔχοντες
 
ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο
 
ἀλλήλων ἀπέχειν, οὐδʼ ἀθανάτους θεραπεύειν 135
 
ἤθελον οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,
 
ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα
 
Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς
 
οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
 
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,— 140
 
τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται,
 
δεύτεροι, ἀλλʼ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—,
 
Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων
 
χάλκειον ποίησʼ, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,
 
ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος 145
 
ἔργʼ ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτον
 
ἤσθιον, ἀλλʼ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν,
 
ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι
 
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
 
ὧν δʼ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι 150
 
χαλκῷ δʼ εἰργάζοντο· μέλας δʼ οὐκ ἔσκε σίδηρος.
 
καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες
 
βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο
 
νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας
 
εἷλε μέλας, λαμπρὸν δʼ ἔλιπον φάος ἠελίοιο. 155
 
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψεν,
 
αὖτις ἔτʼ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ
 
Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,
 
ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται
 
ἡμίθεοι, προτέρη γενεὴ κατʼ ἀπείρονα γαῖαν. 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi